65
σχεδὸν πάντων πρὸς κέρδος κεχηνότων καὶ καπηλείαν τὸ πρᾶγμα ποιουμένων.» ὑπολαβὼν δέ «οἷος ὑμῖν δοκῶ;» ἤρετο· τῶν δὲ ἀξιόχρεών τε καὶ μάλα καλὸν καὶ ἀγαθὸν εἶναι καὶ τοιοῦτον, οἷον ἡ περὶ αὐτοῦ δόξα ἐκράτει, συνομολογούντων «οὐκοῦν ἑκοντής», ἔφη, «δι' ὑμᾶς 3.16.15 ἐμαυτὸν ἐπὶ τούτῳ χειροτονήσω.» καὶ λαβὼν ἀργύριον παρ' αὐτῶν ἀμφὶ τὰς τριακοσίας κλίνας ἐν τοῖς δημοσίοις ἐμβόλοις εἶχε, καὶ τῶν ἀπὸ τοῦ λιμοῦ νοσούντων ἐπεμελεῖτο καὶ ξένους καὶ τοὺς κατὰ σπάνιν ἀναγκαίων ἐκ τῶν ἀγρῶν παραγενομένους ἐδεξιοῦτο. ἐπεὶ δὲ ὁ λιμὸς ἐπαύσατο, ἐπανῆλθεν εἰς τὸ οἴκημα ἔνθα καὶ πρὸ τοῦ διέτριβε. καὶ ὀλίγων ἡμερῶν ἐπιβιώσας ἐτελεύτησε, διακονίας μὲν ἄχρι κληρικοῦ τάγματος ἐπιβάς, περιβόητος δὲ ἐπὶ ἀρετῇ γεγονὼς οὐχ ἧττον τῶν ἐν ἱερωσύνῃ καὶ πολιτείᾳ ἀγαθοῦ βίου καὶ παιδεύσει θαυμαζομένων. ταῦτα τῆς ᾿Εφραὶμ ἀρετῆς τὰ μηνύ3.16.16 ματα. ἐπαξίως δὲ εἰπεῖν καὶ περὶ πάντων διεξελθεῖν ὧν ἐκεῖνος καὶ ἕκαστος τῶν τότε φιλοσοφησάντων ἐβίω καὶ ἐπολιτεύσατο καὶ παρὰ τίσι, δεήσει συγγραφέως οἷος αὐτός· ἐμοὶ δὲ ἄπορον εἶναι τοῦτο καθορῶ ὑπό τε ἀσθενείας λόγου καὶ ἀγνοίας αὐτῶν τε τῶν ἀνδρῶν καὶ ὧν κατώρθωσαν. 3.16.17 οἱ μὲν γὰρ ἀνὰ τὰς ἐρήμους ἐλάνθανον, οἱ δὲ καὶ ἐν ὁμίλῳ πόλεων διατρίβοντες εὐτελεῖς σφᾶς παρεῖχον φαίνεσθαι καὶ τῶν πολλῶν μηδὲν διαφέροντας, ἀρετὴν μὲν ἐργαζόμενοι, κλέπτοντες δὲ τὴν ἀληθῆ περὶ αὐτῶν δόκησιν, ὥστε μὴ ἐπαινεῖσθαι παρὰ τῶν ἄλλων· πρὸς γὰρ τὰς ἀμοιβὰς τῶν ἐσομένων ἀγαθῶν τὸν νοῦν τείνοντες, μάρτυρα ὧν ἐπόνουν μόνον τὸν θεὸν ἐποιοῦντο, τῆς δὲ ἔξωθεν δόξης οὐδεὶς αὐτοῖς λόγος ἦν. 3.17.1 ῾Ως ἐπίπαν δὲ καὶ οἱ προεστῶτες τότε τῶν ἐκκλησιῶν τὸν βίον ἠκρίβωντο. εἰκότως τε ὑπὸ τοιούτοις ἐναγόμενα τὰ πλήθη σπουδαίως συντέτατο περὶ τὸ τοῦ Χριστοῦ σέβας, καὶ ἡ θρησκεία ὁσημέραι ἐπεδίδου, ζήλῳ τε καὶ ἀρετῇ καὶ παραδόξοις πράξεσιν ἱερέων καὶ ἐκκλησιαστικῶν φιλοσόφων ἐθήρα καὶ πρὸς ἑαυτὴν μετῆγε τῆς ῾Ελληνικῆς τερθρείας τοὺς ῾Ελληνιστάς. 3.17.2 συνελαμβάνοντο δὲ εἰς ἐπίδοσιν τούτων καὶ οἱ βασιλεῖς, οὐχ ἧττον ἢ ὁ πατὴρ περὶ τὰς ἐκκλησίας σπουδάζοντες καὶ κληρικοὺς καὶ παῖδας αὐτῶν καὶ οἰκείους ἐξαιρέτοις τιμαῖς καὶ ἀτελείαις γεραίροντες καὶ τοῖς πατρῴοις νόμοις ἐπιψηφιζόμενοι καὶ οἰκείους τιθέντες κατὰ τῶν θύειν ἢ ξόανα θεραπεύειν ἢ ἄλλως 3.17.3 ῾Ελληνικῶς θρησκεύειν ἐπιχειρούντων. ναοὺς δὲ τοὺς πανταχῇ κειμένους ἐν πόλεσι καὶ ἀγροῖς κεκλεῖσθαι προσέταξαν, τοὺς δὲ ταῖς ἐκκλησίαις προσένειμαν ἢ τόπων ἢ ὑλῶν προσδεομέναις· μάλιστα γὰρ πολλὴν ἐπιμέλειαν ἐποιοῦντο τοὺς μὲν ὑπὸ χρόνου κάμνοντας τῶν εὐκτηρίων οἴκων ἀνανεοῦν, τοὺς δὲ μεγαλοπρεπῶς ἐκ θεμελίων ἐγείρειν. ὧν ἐστι καὶ ἡ ἀξιοθέατος καὶ 3.17.4 κάλλει ἀοίδιμος ᾿Εμέσης ἐκκλησία. ᾿Ιουδαίων δὲ ἐνομοθέτησαν μηδένα δοῦλον ὠνεῖσθαι τῶν ἐξ ἑτέρας αἱρέσεως· εἰ δὲ παρὰ τοῦτο ποιήσει, δημόσιον τὸν οἰκέτην εἶναι· εἰ δὲ καὶ περιτεμεῖ, καθὰ ᾿Ιουδαίοις θέμις, εἰς κε3.17.5 φαλὴν εἶναι τὸν κίνδυνον καὶ ἀφαίρεσιν τῶν ὄντων. ἐπεὶ γὰρ τὴν θρησκείαν πάντοθεν αὔξειν ἐβεβούλευντο, καὶ τούτου πρόνοιαν ἐποιήσαντο, ὥστε μὴ ἀδεῶς εἰς ᾿Ιουδαϊσμὸν ὑποσύρεσθαι τοὺς μὴ τοιούτους ἐκ γένους ὄντας, φυλάττεσθαι δὲ τῇ ἐκκλησίᾳ καὶ τοὺς ἐλπίδα Χριστιανισμοῦ ἔχοντας· μάλιστα γὰρ ἐκ τοῦ ῾Ελληνικοῦ πλήθους ἐπεδίδου ἡ θρησκεία. 3.18.1 Οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὸ τὸ δόγμα τὰ πρῶτα τὴν πατρῴαν ἐφύλαττον δόξαν· ἄμφω γὰρ ἐπαινέται τῆς ἐν Νικαίᾳ πίστεως ἤστην. καὶ Κώνστας μὲν οὕτω διαμείνας ἐτελεύτησε· Κωνστάντιος δὲ μέχρι μέν τινος ὁμοίως εἶχε, 3.18.2 μετὰ ταῦτα δὲ διαβληθείσης τῆς τοῦ ὁμοουσίου λέξεως τῆς προτέρας παρεκινήθη γνώμης· οὐ μὴν παντελῶς ἀπέσχετο τοῦ κατ' οὐσίαν ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν συνομολογεῖν. οἱ γὰρ ἀμφὶ τὸν Εὐσέβιον καὶ ἄλλοι τινὲς τῶν τότε ἀνὰ τὴν ἕω ἐπὶ λόγῳ καὶ βίῳ θαυμαζομένων ἐπισκόπων διαφοράν, ὡς ἔγνωμεν, εἰσηγοῦντο τοῦ ὁμοούσιον λέγειν καὶ κατ' οὐσίαν ὅμοιον, ὅπερ 3.18.3 ὁμοιούσιον ὠνόμαζον. τὸ μὲν γὰρ ὁμοούσιον ἐπὶ