1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

66

σωμάτων κυρίως νοεῖσθαι, οἷον ἀνθρώπου καὶ τῶν ἄλλων ζῴων καὶ δένδρων καὶ φυτῶν, οἷς ἐξ ὁμοίου ἡ μετουσία καὶ ἡ γένεσίς ἐστι, τὸ δὲ ὁμοιούσιον ἐπὶ ἀσωμάτων, οἷον ἐπὶ θεοῦ καὶ ἀγγέλων, ἑκατέρου πρὸς ἑαυτὸν νοουμένου κατ' ἰδίαν 3.18.4 οὐσίαν. ὑπὸ δὴ τῶν τοιούτων καὶ Κωνστάντιος ὁ βασιλεὺς μετεπείσθη. καὶ κατὰ μὲν διάνοιαν, ὡς εἰκάζω, ὅμοια τῷ πατρὶ καὶ τῷ ἀδελφῷ ἐφρόνει, ῥητὸν δὲ ῥητοῦ ἀμείψας ἀντὶ ὁμοουσίου ὁμοιούσιον ἔλεγε. τοῦτο γὰρ ἐδόκει τοῖς τούτων εἰσηγηταῖς ἀκριβέστερον ὧδε ὀνομάζειν ἰσχυριζομένοις, ὡς εἴ τις μὴ τοῦτο λέγοι, κινδυνεύοι σῶμα τὸ ἀσώματον νοεῖν. ὅπερ εὔηθες εἶναι πολλοῖς ἐδόκει· ἐκ γὰρ τῶν φαινομένων ἔφασκον χρῆναι καὶ περὶ τῶν νοητῶν τὰ ὀνόματα μεταλαμβάνειν, λέξεώς τε κίνδυνον μηδένα εἶναι, ἢν μὴ περὶ ἔννοιαν ἡ ἁμαρτία γένηται. 3.1.1 Οὐ θαυμαστὸν δέ, εἰ ὁ βασιλεὺς αὐτὸ τοῦτο πεπόνθει, ἐπεὶ καὶ τῶν ἱερέων πολλοὶ ἀφιλονίκως τὸ ὄνομα τοῦτο προσίεντο, τῇ διανοίᾳ συνᾴδοντες τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, οἱ δὲ ἑκατέρᾳ λέξει μηδὲν διαφερόμενοι ἐχρῶντο ἐπὶ τῆς αὐτῆς σημασίας. ὥστε μοι δοκεῖ παρὰ πολὺ τῆς ἀληθείας 3.1.2 κεκομψεῦσθαι ἐκεῖνον τὸν λόγον τοῖς τὰ ᾿Αρείου φρονοῦσι. λέγουσι γὰρ ὡς μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πολλοὶ τῶν ἱερέων, ὧν ἦσαν Εὐσέβιος καὶ Θεόγνιος, οὐκέτι λέγειν ἠνείχοντο ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν, καὶ 3.1.3 χαλεπήνας Κωνσταντῖνος ὑπερορίαν αὐτοὺς οἰκεῖν κατεδίκασεν. ὄναρ δὲ ἢ ὕπαρ θεόθεν προεφάνη τῇ ἀδελφῇ τοῦ βασιλέως, ὡς ὀρθῶς δοξάζουσι καὶ ἀδίκως τάδε πεπόνθασιν. ἐκ τούτου δὲ τὸν βασιλέα μετακαλέσασθαι αὐτοὺς καὶ πυθέσθαι τί δή ποτε παρὰ τὰ ἐν Νικαίᾳ δόξαντα φρονοῦσι, καὶ 3.1.4 ταῦτα κοινωνοὶ γενόμενοι τῆς ἐκτεθείσης ἐνθάδε ἐπὶ τῇ πίστει γραφῆς. τοὺς δὲ φάναι οὐκ ἀπὸ γνώμης συναινέσαι, δεδιότας δέ, μὴ ὡς εἰκὸς ἔριδος ἐπὶ τούτῳ γενομένης καταγνῷ ὡς ἀμφιβόλου τοῦ δόγματος καὶ πρὸς ῾Ελληνισμὸν τραπείη καὶ διώξοι τὴν ἐκκλησίαν, ἔναγχος χριστιανίζειν ἀρξάμενος καὶ ἔτι ἀβάπτιστος ὤν. ἐπὶ ταύτῃ δὲ τῇ ἀπολογίᾳ φασὶ Κωνσταντῖνον συγγνώμην 3.1.5 αὐτοῖς νεῖμαι, προνοῆσαι δὲ πάλιν ἑτέραν ἀθροῖσαι σύνοδον. ἐν δὲ τῷ ταῦτα βουλεύεσθαι φθασάσης τῆς αὐτοῦ τελευτῆς οἷα πρεσβυτέρῳ παιδὶ ἐντείλασθαι Κωνσταντίῳ τοῦτο ἐπιτελέσαι, ὡς οὐδὲν ὄφελος ὂν αὐτῷ βασιλείας, εἰ μὴ συμφώνως πρὸς πάντων τὸ θεῖον θρησκεύοιτο. τὸν δὲ τῷ 3.1.6 πατρὶ πειθόμενον τὴν ἐν ᾿Αριμήνῳ συγκροτῆσαι σύνοδον. ᾗ μάλιστα τὸ ψεῦδος φωρᾶται. συνεληλύθασι γὰρ ῾Υπατίου καὶ Εὐσεβίου ὑπατευόντων, ἡνίκα ἀμφὶ τὸ δεύτερον καὶ εἰκοστὸν ἔτος ἐν τῇ ἡγεμονίᾳ διήνυε Κωνστάντιος μετὰ τὴν τοῦ πατρὸς τελευτήν, πολλῶν ἐν τῷ μεταξὺ συνόδων γενομένων, 3.1.7 ἐν αἷς περὶ ὁμοουσίου καὶ ὁμοιουσίου ζήτησις ἦν. τὸ δὲ κατ' οὐσίαν <ἀν>όμοιον τῷ πατρὶ τὸν υἱὸν δοξάζειν παντελῶς οὐδεὶς ἠθέλησεν, εἰσότε περὶ τούτου ᾿Αετίῳ χαλεπῶς ἤνεγκε καὶ ἐπὶ ἀναιρέσει τοῦ τοιούτου δόγματος ἐν ᾿Αριμήνῳ καὶ Σελευκείᾳ προσέταξε κατὰ τὸν αὐτὸν χρόνον τοὺς ἱερέας συνελθεῖν, ὥστε τὴν ἀληθῆ αἰτίαν ταυτησὶ τῆς συνόδου γενέσθαι οὐ τὴν Κωνσταντίνου κέλευσιν, ἀλλὰ τὴν κατ' ᾿Αέτιον ζήτησιν. ὅτι μὲν οὖν τάδε ὧδε ἔχει, καὶ τὰ ἑξῆς ἐπιδείξει. 3..1 ῾Ο δὲ Κώνστας τὰ ἐν Σαρδικῇ γεγενημένα μαθὼν ἔγραψε τῷ ἀδελφῷ ἀποδοῦναι τοῖς ἀμφὶ τὸν ᾿Αθανάσιον καὶ Παῦλον τὰς ἑαυτῶν ἐκκλησίας. ὡς δὲ ἀνεβάλλετο, πάλιν ἔγραψεν ἢ δέχεσθαι τοὺς ἄνδρας ἢ πρὸς πόλεμον 3..2 παρασκευάσασθαι. κοινωσάμενος δὲ περὶ τούτου Κωνστάντιος τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις εὔηθες ἐνόμισε τούτου χάριν ἐμφύλιον αἱρεῖσθαι μάχην, μετακαλεῖται δὲ ᾿Αθανάσιον ἐκ τῆς ᾿Ιταλίας, δημόσια ὀχήματα δοὺς αὐτῷ πρὸς τὴν ἐπάνοδον καὶ γράμμασι πολλάκις προτρέψας θᾶττον ἐπανελθεῖν. 3..3 ᾿Αθανάσιος δὲ ἐν ᾿Ακυλίᾳ τότε διάγων δεξάμενος τὰ Κωνσταντίου γράμματα ἧκεν εἰς ῾Ρώμην τοῖς ἀμφὶ τὸν ᾿Ιούλιον συνταξόμενος. ὁ δὲ μάλα φιλοφρόνως ἀπέπεμψεν αὐτὸν ἐπιστολὴν δοὺς πρὸς τὸν ᾿Αλεξανδρέων κλῆρον καὶ λαόν, ὡς εἰκὸς τὸν ἄνδρα θαυμάζουσαν ἐπιδοξότατον τοῖς πολλοῖς κινδύνοις γεγενημένον καὶ συνηδομένην