1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

67

τῇ ᾿Αλεξανδρέων ἐκκλησίᾳ ἐπὶ τοσούτου ἱερέως 3..4 ἐπανόδῳ καὶ τὰ αὐτοῦ φρονεῖν παρακελευομένην. ἐντεῦθέν τε ἧκεν εἰς ᾿Αντιόχειαν τῆς Συρίας, ἔνθα τότε διέτριβεν ὁ βασιλεύς, τὰς δὲ ἐκκλησίας κατεῖχε Λεόντιος· μετὰ γὰρ τὴν Εὐσταθίου φυγὴν οἱ ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν ᾿Αντιοχείας ἐπετρόπευον θρόνον, πρῶτος μὲν Εὐφρόνιος, μετὰ δὲ τοῦτον Πλάκητος καὶ ἐφεξῆς Στέφανος. ὡς ἀναξίου δὲ αὐτοῦ ἀποχειροτονηθέντος Λεόντιος τότε τὴν ἐπισκοπὴν διεῖπεν. ὃν ὡς ἑτερόδοξον παρῃτεῖτο ᾿Αθανάσιος, τοῖς δὲ καλουμένοις Εὐσταθιανοῖς ἐκοινώνει ἐν 3..5 ἰδιωτῶν οἰκίαις ἐκκλησιάζων. ἐπεὶ δὲ εὔνου καὶ ἐπιεικοῦς ἐπειράθη Κωνσταντίου καὶ ἐδόκει τὴν ἰδίαν αὐτοῦ ἀπολαβεῖν ἐκκλησίαν, ὑποθεμένων τῶν προεστώτων τῆς ἐναντίας αἱρέσεως «ἀλλ' ἐγὼ μέν», ἔφη ὁ βασιλεύς, «ἕτοιμός εἰμι περᾶναι τὰς ὑποσχέσεις, ἐφ' αἷς σε μετεκαλεσάμην· ἐν δίκῃ δὲ καὶ αὐτός, ἣν ἂν αἰτήσαιμι χάριν, προθύμως συγχωρήσεις· ἡ δέ ἐστιν, ὥστε ἐκ πολλῶν τῶν ὑπὸ σὲ ἐκκλησιῶν μίαν ἔχειν τοὺς κοινωνεῖν σοι παραι3..6 τουμένους.» ὑπολαβὼν δὲ ᾿Αθανάσιος «καὶ μάλα, βασιλεῦ», εἶπε, «δίκαιον καὶ ἀναγκαῖον τοῖς σοῖς προστάγμασι πείθεσθαι, καὶ οὐκ ἀντερῶ· ἐπεὶ δὲ καὶ ἀνὰ τήνδε τὴν ᾿Αντιόχειαν πόλιν εἰσὶν οἱ τὴν κοινωνίαν τῶν ἑτεροδόξων ἡμῖν ἀποφεύγοντες, παραπλησίαν αἰτῶ χάριν, ὥστε καὶ αὐτοὺς μίαν ἔχειν 3..7 ἐκκλησίαν καὶ ἀδεῶς ἐν ταύτῃ συνιέναι.» δίκαια δὲ λέγειν ᾿Αθανάσιον 3..7 τοῦ βασιλέως δοκιμάσαντος ἄμεινον ἐφάνη τοῖς ἀπὸ τῆς ἑτέρας αἱρέσεως ἡσυχίαν ἄγειν, λογιζομένοις ὡς οὐ πάντως τὰ τῆς οἰκείας δόξης ἐπίδοσιν ἕξει παρὰ ᾿Αλεξανδρεῦσι δι' αὐτὸν ᾿Αθανάσιον ἱκανὸν ὄντα τοὺς ὁμοφρονοῦν-τας ἀσφαλῶς ἔχειν καὶ τοὺς ἐναντίους ἐπάγεσθαι· παρὰ δὲ ᾿Αντιοχεῦσιν εἰ τοῦτο γένοιτο, πρῶτον μὲν συγκροτηθήσεσθαι τοὺς Εὐσταθίου ἐπαινέτας 3..8 πολλοὺς ὄντας, ἔπειτα δὲ ὡς εἰκὸς νεωτέρων αὐτοὺς πειραθήσεσθαι πραγμάτων, ἐξὸν ἀκινδύνως ἔχειν οὓς ἔχουσιν. ἐπεὶ καὶ κρατούντων αὐτῶν τῶν τῇδε ἐκκλησιῶν οὐ παντελῶς οἷς ἐδόξαζον ὁ πᾶς κλῆρος καὶ ὁ λαὸς ἐπείθοντο, ἀλλὰ κατὰ χορούς, ὡς ἔθος ἐν τῷ ὑμνεῖν τὸν θεόν, συνιστάμενοι, πρὸς τῷ τέλει τῶν ᾠδῶν τὴν οἰκείαν προαίρεσιν ἐπεδείκνυον. καὶ οἱ μὲν πατέρα καὶ υἱὸν ὡς ὁμότιμον ἐδόξαζον, οἱ δὲ πατέρα ἐν υἱῷ, τῇ παρενθέσει τῆς 3.. προθέσεως δευτερεύειν τὸν υἱὸν ἀποφαίνοντες. ἀμέλει τοι τούτων ὧδε γινομένων ἀπορῶν ὅ τι ποιήσειε Λεόντιος, ὃς κατὰ τόνδε τὸν χρόνον ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν ᾿Αντιοχέων διεῖπε θρόνον, κωλύειν μὲν οὐκ ἐπεχείρησε τοὺς κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὸν θεὸν ὑμνοῦντας· ἐδεδίει γὰρ μὴ στασιάσῃ τὸ πλῆθος· λέγεται δὲ τῆς κεφαλῆς ἐφαψάμενος ὑπὸ πολιᾶς λευκῆς οὔσης εἰπεῖν ὡς «ταυτησὶ τῆς χιόνος λυθείσης πολὺς ἔσται πηλός», ὑποδηλῶν ὡς αὐτοῦ τελευτήσαντος εἰς στάσιν τῷ λαῷ καταλήξει ἡ ἐν τοῖς ὕμνοις διαφωνία, μὴ ἀνεχομένων τῶν μετ' αὐτὸν ὁμοίως συμπεριφέρεσθαι τῷ πλήθει. 3.21.1 ῾Ο δὲ βασιλεὺς ἀποπέμπει ᾿Αθανάσιον εἰς Αἴγυπτον· ἔγραψε δὲ περὶ αὐτοῦ τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ πρεσβυτέροις καὶ τῷ λαῷ τῆς ᾿Αλεξανδρέων ἐκκλησίας, ὀρθότητά τε βίου μαρτυρῶν αὐτῷ καὶ τρόπων ἀρετήν, παρακελευόμενος ὁμονοεῖν καὶ ὑπὸ πρωτοστάτῃ αὐτῷ εὐχαῖς καὶ ἱκεσίαις τὸ θεῖον θεραπεύειν· εἰ δέ τινες ἐθελοκακοῦντες στασιώδεις ἀναφανεῖεν, 3.21.2 τιμωρίαν διδόναι κατὰ τοὺς περὶ τούτων κειμένους νόμους. προσέταξε δὲ καὶ τὰ πρότερον παρ' αὐτοῦ γραφέντα κατὰ ᾿Αθανασίου καὶ τῶν αὐτῷ κοινωνούντων ἀπὸ τῶν δημοσίων ὑπομνημάτων ἀπαλιφῆναι, καὶ ὡς τὸ πρὶν ἀτέλειαν ἔχειν λειτουργημάτων τοὺς αὐτοῦ κληρικούς. καὶ περὶ τούτου πρὸς 3.21.3 τοὺς ἀνὰ τὴν Αἴγυπτον καὶ Λιβύην ἄρχοντας ἔγραψε. παραγενόμενος δὲ ᾿Αθανάσιος εἰς Αἴγυπτον, οὓς μὲν ἔγνω τὰ ᾿Αρείου φρονοῦντας, καθεῖλεν, οἷς δὲ αὐτοὶ καθεῖλον, τὰς ἐκκλησίας ἐπέτρεψε κατὰ τὴν πίστιν τῆς ἐν Νικαίᾳ 3.21.4 συνόδου, καὶ σπουδῇ ταύτης ἔχεσθαι ἐνετέλλετο. λέγεται δὲ τότε καὶ διὰ τῶν ἄλλων ἐθνῶν τὴν ὁδοιπορίαν ποιούμενος ὅμοια πρᾶξαι, εἰ συνέβαινε ταῖς