68
ἐκκλησίαις ὑπὸ τῶν ᾿Αρείου κατέχεσθαι. ἀμέλει τοι καὶ τοῦτο ἔγκλημα αὐτῷ ἐπῆγον, ὡς ἐν πόλεσι μηδὲν αὐτῷ προσηκούσαις χειροτονεῖν 3.21.5 ἐτόλμησεν. οἷα δὲ καὶ ἀκόντων τῶν ἐναντίων κατωρθωκὼς τὴν ἐπάνοδον καὶ διὰ τὴν φιλίαν Κώνσταντος τοῦ βασιλέως οὐ δοκῶν εὐκαταφρόνητος εἶναι, μᾶλλον ἢ πρότερον ἐν τιμῇ ἦν. πολλοὶ δὲ καὶ τῶν ἐπισκόπων τῆς πρὸς αὐτὸν ἀπεχθείας μετέθεντο καὶ κοινωνίας μετέδοσαν, ὡς Παλαιστῖνοι· παριόντα γὰρ αὐτὸν τότε δι' αὐτῶν εὐμενῶς προσεδέξαντο· καὶ σύνοδον ἐν ῾Ιεροσολύμοις ἐπιτελέσαντες Μάξιμός τε καὶ ἕτεροι ἔγραψαν περὶ αὐτοῦ τάδε· 3.22.1 «῾Η ἁγία σύνοδος ἡ ἐν ῾Ιεροσολύμοις συναχθεῖσα τοῖς ἐν Αἰγύπτῳ καὶ "7Λιβύῃ καὶ τοῖς ἐν ᾿Αλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ, "7ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. 3.22.2 "7Κατ' ἀξίαν τῷ τῶν ὅλων θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοί, "7ἐφ' οἷς θαυμασίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας "7ἐκκλησίας, τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν ᾿Αθα"7νάσιον ἀποδοὺς ὑμῖν. τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν "7ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀλλ' ἀληθῶς αἱ προσευχαὶ ὑμῶν εἰσηκούσθη"7σαν παρὰ τῷ τῶν ὅλων θεῷ τῷ κηδομένῳ τῆς ἐκκλησίας τῆς ἑαυτοῦ καὶ "7ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς καὶ διὰ τοῦτο τῶν δεήσεων 3.22.3 "7ὑμῶν ἐπακούσαντι. ἦτε γὰρ «ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα μὴ "7ἔχοντα ποιμένα». διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, 3.22.4 "7ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν ἐποθεῖτε. ἰδοὺ γὰρ "7καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης πράττοντες καὶ τῇ ὑμε"7τέρᾳ συμπνέοντες ἀγάπῃ προλαβόντες αὐτὸν ἠσπασάμεθα· καὶ κοινωνήσαν"7τες δι' αὐτοῦ ὑμῖν ταύτας τὰς προσρήσεις διαπεμπόμεθα καὶ τὰς εὐχαριστη"7ρίους ὑμῶν εὐχάς, ἵν' εἰδῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς αὐτὸν καὶ 3.22.5 "7ἡμᾶς ἡνῶσθαι. ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων "7βασιλέων εὔχεσθαι, οἵτινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ "7αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα ἀποκαταστῆσαι ὑμῖν αὐτὸν μετὰ πάσης 3.22.6 "7τιμῆς κατηξίωσαν. ὑπτίαις οὖν ὑποδεξάμενοι αὐτὸν χερσὶ καὶ τὰς ὀφει"7λομένας ὑπὲρ αὐτοῦ εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρι"7σαμένῳ θεῷ σπουδάσατε, ὑπὲρ τοῦ διὰ παντὸς ὑμᾶς χαίρειν σὺν θεῷ καὶ "7δοξάζειν τὸν κύριον ἐν Χριστῷ ᾿Ιησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ τῷ πατρὶ ἡ "7δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.» 3.23.1 Καὶ τὰ μὲν ὧδε ἔγραψεν ἡ ἐκ Παλαιστίνης σύνοδος. μέγιστον δὲ ἐπὶ τούτοις ᾿Αθανασίῳ συνεκύρησε περιφανῶς ἐλέγχον ἀδίκως αὐτοῦ καταδικάσαι τοὺς ἐν Τύρῳ συνεληλυθότας. Οὐάλης γὰρ καὶ Οὐρσάκιος, οἳ σὺν τοῖς ἀμφὶ Θεόγνιον, ὡς πρόσθεν εἴρηται, εἰς τὸν Μαρεώτην παρεγένοντο ἐρευνῆσαι, εἰ κατὰ τὴν ᾿Ισχυρίωνος γραφὴν ποτήριον ἱερὸν συνέτριψε, μεταμεληθέντες τάδε ἔγραψαν ᾿Ιουλίῳ τῷ ῾Ρωμαίων ἐπισκόπῳ· 3.23.2 «Κυρίῳ μακαριωτάτῳ πάπᾳ ᾿Ιουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. "7᾿Επειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινὰ περὶ ᾿Αθα-"7νασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν ὑποβεβληκέναι, γράμμασί <τε> "7τῆς σῆς χρηστότητος μεθοδευθέντες τοῦ πράγματος χάριν περὶ οὗ ἐδη"7λώσαμεν οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρη"7στότητι παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα "7τὰ πρὸ τούτου ἐλθόντα εἰς τὰς ἀκοὰς ἡμῶν περὶ τοῦ ὀνόματος τοῦ προει"7ρημένου ᾿Αθανασίου ψευδῆ καὶ πλαστά ἐστι, πάσῃ τε δυνάμει ἀλλότρια "7αὐτοῦ τυγχάνει· διά τοι τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προ"7ειρημένου ᾿Αθανασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον "7αὐτῆς καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε δοῦναι. 3.23.3 "7ὁμολογοῦμεν καὶ τοῦτο, ὅτι ἐάν ποτε ἡμᾶς οἱ ἀνατολικοὶ θελήσωσιν ἢ καὶ "7αὐτὸς ᾿Αθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχε3.23.4 "7σθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν ῎Αρειον καὶ