1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

70

κακῶσαι τοὺς τὰ Παύλου φρονοῦντας, τὰ μὲν πρῶτα τῶν 4.2.4 ἐκκλησιῶν αὐτοὺς ἐξελαύνων, μετὰ δὲ ταῦτα καὶ συγκοινωνεῖν αὐτῷ βιαζόμενος, ὡς πολλοὺς ὑπὸ πληγῶν διαφθαρῆναι, τοὺς δὲ οὐσίας, ἄλλους δὲ πολιτείας ἀφαιρεθῆναι, τοὺς δὲ ἐπὶ τοῦ μετώπου στιγματίας γενέσθαι, ἵν' ἐπίσημοι εἶεν τοιοῦτοι ὄντες· βασιλέα δὲ μαθόντα καταγνῶναι καὶ τοὺς ἀμφὶ τὸν Εὐδόξιον ἐν αἰτίᾳ ποιήσασθαι καὶ ταῦτα τῆς αὐτοῦ Μακεδονίου καθαιρέσεως, ἡνίκα τοῦτον ἀφείλοντο τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν. 4.3.1 Προῆλθε γὰρ τὸ κακὸν καὶ μέχρι φόνων· καὶ γὰρ δὴ ἄλλοι τινὲς ἀνῃρέθησαν καὶ Μαρτύριος καὶ Μαρκιανός, οὓς συνοίκους ὄντας Παύλου λόγος ἀνδρείως ἀποθανεῖν παραδοθέντας ὑπὸ Μακεδονίου τῷ ὑπάρχῳ ὡς αἰτίους γενομένους τῆς ῾Ερμογένους κακῆς ἀναιρέσεως καὶ τῆς κατ' αὐτοῦ στάσεως. ἦν δὲ ὁ μὲν ὑποδιάκονος, ὁ δὲ Μαρκιανὸς ψάλτης καὶ ἀναγνώστης τῶν ἱερῶν γραφῶν· ὁ δὲ τάφος αὐτοῖς ἐστιν ἐπίσημος πρὸ τοῦ τείχους Κωνσταντινουπόλεως, 4.3.2 οἷά γε μαρτύρων μνῆμα εὐκτήριον οἶκον περικείμενος· ὃν οἰκοδομεῖν ἤρξατο ᾿Ιωάννης, ἐτελεσιούργησε δὲ Σισίννιος, οἱ μετὰ ταῦτα προστάντες τῆς Κωνσταντινουπόλεως ἐκκλησίας. οὐ γὰρ ἄξιον νενομίκασι μαρτυρίας γερῶν ἀμοιρεῖν αὐτοὺς ὑπὸ θεοῦ τιμωμένους, καθότι καὶ ὁ τῇδε τόπος, τῶν ἐπὶ θανάτῳ ἀγομένων ἐνθάδε τὰς κεφαλὰς ἀποτεμνομένων, τὸ πρὶν ἄβατος ὢν ὑπὸ φασμάτων ἐκαθάρθη· καὶ δαιμονῶντες τῆς νόσου ἀπηλλάγησαν καὶ 4.3.3 πολλὰ ἄλλα παράδοξα ἐπὶ τῷ τάφῳ αὐτῶν συνέβη. τάδε μὲν ἡμῖν περὶ Μαρτυρίου καὶ Μαρκιανοῦ εἰρήσθω. εἰ δέ τῳ οὐ πιθανὰ εἶναι δοκεῖ, πόνος οὐδεὶς ἀκριβέστερον παρὰ τῶν εἰδότων μαθεῖν· ἴσως γὰρ καὶ τούτων θαυμαστότερα ἀφηγήσονται. 4.4.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον ᾿Αθανασίου φυγόντος Γεώργιος κακῶς ἐποίει 4.4.2 τοὺς ἀνὰ τὴν Αἴγυπτον ὁμοίως αὐτῷ φρονεῖν παραιτουμένους. ὁ δὲ βασιλεὺς ἐπὶ ᾿Ιλλυριοὺς στρατεύσας ἧκεν εἰς Σίρμιον, καὶ ἐπὶ ῥηταῖς συνθήκαις εἰς ταὐτὸν ἐνθάδε Βρετανίων ἦλθε. μεταθεμένων δὲ τῶν ἀναγορευσάντων αὐτὸν στρατιωτῶν καὶ μόνον Κωνστάντιον αὐτοκράτορα καὶ Σεβαστὸν ἀναβοώντων (ὧδε γὰρ τάδε γενέσθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐσπουδάζετο) συνῆκε Βρετανίων τὴν προδοσίαν· πρηνής τε παρὰ τοὺς πόδας 4.4.3 κείμενος Κωνσταντίου ἱκέτης ἐγίνετο. περιελὼν δὲ αὐτοῦ Κωνστάντιος τὸν βασιλικὸν κόσμον καὶ τὴν ἁλουργίδα ἠλέησε καὶ ἰδιωτεύειν εἴασε καὶ τὰ ἐπιτήδεια ἀφθόνως ἔχειν ἀπὸ τοῦ δημοσίου προσέταξεν, οἷά γε λοιπὸν πρεσβύτην πρεπωδέστερον εἶναι φήσας βασιλικῶν ἀπηλλάχθαι φροντίδων 4.4.4 καὶ ἐν ἡσυχίᾳ εἶναι. ἐπεὶ δὲ τὰ κατὰ Βρετανίωνα ὧδε αὐτῷ ἀπέβη, πλείστην κατὰ Μαγνεντίου στρατιὰν ἐξέπεμψεν εἰς ᾿Ιταλίαν· Γάλλον δὲ τὸν αὐτοῦ ἀνεψιὸν Καίσαρα καταστήσας εἰς Συρίαν ἀπέστειλεν ἐπὶ φυλακῇ τοῦ κατὰ τὴν ἕω κλίματος. 4.5.1 ᾿Εν δὲ τῷ τότε Κυρίλλου μετὰ Μάξιμον τὴν ῾Ιεροσολύμων ἐκκλησίαν ἐπιτροπεύοντος σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ ἀνεφάνη καταυγάζον λαμπρῶς, οὐχ οἷον κομήτης ταῖς ἐκλάμψεσιν ἀπορρέον, ἀλλ' ἐν συστάσει πολλοῦ 4.5.2 φωτὸς ἐπιεικῶς πυκνὸν καὶ διαφανές, μῆκος μὲν ὅσον ἐκ τοῦ Κρανίου μέχρι τοῦ ὄρους τῶν ᾿Ελαιῶν, ἀμφὶ δὲ δέκα καὶ πέντε στάδια τὸν ὑπὲρ τὸν χῶρον 4.5.3 τοῦτον οὐρανὸν ἀπολαβόν, εὖρος δὲ τῷ μήκει ἀνάλογον. ὡς ἐπὶ παραδόξῳ δὲ τῷ συμβεβηκότι θαύματι καὶ δέος πάντας ἔσχεν. οἰκίας δὲ καὶ ἀγορὰς καὶ ὅπερ ἔτυχεν ἕκαστος ἐργαζόμενος καταλιπὼν ἅμα παισὶ καὶ γυναιξὶν εἰς τὴν ἐκκλησίαν συνῆλθον καὶ κοινῇ τὸν Χριστὸν ὕμνουν καὶ 4.5.4 θεὸν προθύμως ὡμολόγουν. οὐ μετρίως δὲ καὶ πᾶν τὸ καθ' ἡμᾶς οἰκούμενον ἡ περὶ τούτου ἀγγελία κατέπληξεν. ἐγένετο δὲ τοῦτο οὐκ εἰς μακράν. ὡς γὰρ εἰώθει, ἐκ πάσης, ὡς εἰπεῖν, γῆς κατ' εὐχὴν καὶ ἱστορίαν τῶν τῇδε τόπων ῾Ιεροσολύμων ἐνδημοῦντες, ὧν ἐγένοντο θεαταί, τοῖς οἰκείοις ἐμήνυσαν. ἔγνω δὲ τοῦτο καὶ ὁ βασιλεὺς ἄλλων τε πολλῶν ἀναγγειλάντων καὶ Κυρίλλου 4.5.5 τοῦ ἐπισκόπου γράψαντος. ἐλέγετο δὲ παρὰ τῶν τὰ τοιάδε ἐπιστημόνων κατά τινα προφητείαν