1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

72

δὲ καὶ ὑπόστασιν) "7ὀνομάζειν· ὅμοιον δὲ λέγομεν τῷ πατρὶ τὸν υἱὸν καθὼς αἱ θεῖαι γραφαὶ "7λέγουσι.» Καὶ τὰ μὲν ὧδε περὶ τῆς πίστεως αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν. 4.6.13 ῞Οσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν, βιασθεὶς δὲ καὶ πληγάς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας συνῄνεσέ τε καὶ ὑπέγραψε. 4.6.14 Φωτεινοῦ δὲ πειραθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. ὁ δὲ προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο, 4.6.15 ἀλλ' εἰς διάλεξιν αὐτοὺς προὐκαλεῖτο. εἰς ῥητὴν ἡμέραν δὲ συνελθόντων τῶν ἐπισκόπων, καὶ δικαστῶν ἐκ προστάγματος τοῦ βασιλέως προκαθεσθέντων, οἳ ἐπιστήμῃ λόγων καὶ ἀξιώματι τότε πρωτεύειν ἐν τοῖς βασιλείοις ἐδόκουν, ἀναδέχεται τὴν πρὸς Φωτεινὸν διάλεξιν Βασίλειος ὁ ᾿Αγκύρας ἐπίσκοπος. ἐπὶ πολλῶν δὲ πρὸς πεῦσιν καὶ ἀπόκρισιν ἀμφοτέροις προελθόντος τοῦ ἀγῶνος, ταχυγράφων ἀναγραφομένων τοὺς ἑκατέρων λόγους, ἐκράτησε 4.6.16 Βασίλειος. Φωτεινὸς δὲ φεύγειν καταδικασθεὶς οὐδὲ οὕτως ἐπαύσατο τὸ οἰκεῖον συγκροτῶν δόγμα· λόγους τε τῇ ῾Ρωμαίων καὶ ῾Ελλήνων φωνῇ συγγράφων ἐξεδίδου, δι' ὧν ἐπειρᾶτο πλὴν τῆς αὐτοῦ τὰς τῶν ἄλλων δόξας ψευδεῖς ἀποφαίνειν. Φωτεινοῦ μὲν οὖν πέρι καὶ τῆς ἀπ' αὐτοῦ καλουμένης αἱρέσεως τάδε μοι εἰρήσθω. 4.7.1 ᾿Εν τούτῳ δὲ καταλαβὼν Μαγνέντιος τὴν πρεσβυτέραν ῾Ρώμην πολλοὺς τῆς συγκλήτου καὶ τοῦ δημοτικοῦ ἀνεῖλε. μαθὼν δὲ πλησίον ἰέναι ἤδη κατ' αὐτοῦ τοὺς Κωνσταντίου στρατηγοὺς ὑπεχώρησεν εἰς τοὺς πρὸς δύσιν Γαλάτας. ἔνθα δὴ πολλάκις ἀλλήλοις προσβάλλοντες πῇ μὲν οὗτοι, πῇ δὲ ἐκεῖνοι ἐκράτουν, εἰσότε δὴ τὸ τελευταῖον ἡττηθεὶς Μαγνέντιος ἔφυγεν εἰς 4.7.2 Μοῦρσαν (Γαλατῶν δὲ τοῦτο τὸ φρούριον). ἀδημονοῦντας δὲ τοὺς ἰδίους στρατιώτας ὡς ἡττηθέντας ὁρῶν, ἐφ' ὑψηλοῦ στὰς ἐπειρᾶτο θαρραλεωτέρους ποιεῖν. οἱ δέ, οἷά γε εἰώθασιν ἐπευφημεῖν τοῖς βασιλεῦσι, καὶ ἐπὶ Μαγνεντίῳ φανέντι εἰπεῖν προθυμηθέντες ἔλαθον οὐχ ἑκόντες Κωνστάντιον ἀντὶ Μαγνεντίου Αὔγουστον ἀναβοήσαντες. συμβαλὼν δὲ ἐκ τούτου Μαγνέντιος ὡς οὐ δεδομένον αὐτῷ θεόθεν βασιλεύειν, πειρᾶται καταλιπὼν τοῦτο τὸ φρού4.7.3 ριον προσωτέρω χωρεῖν. διωκούσης δὲ τῆς Κωνσταντίου στρατιᾶς περὶ τὸ καλούμενον Μοντιοσέλευκον συμβαλών, μόνος φεύγων εἰς Λουγδοῦνον διεσώθη. ἀνελὼν δὲ ἐνθάδε τὴν αὐτοῦ μητέρα καὶ τὸν ἀδελφόν, ὃν Καίσαρα κατέστησε, τελευταῖον ἑαυτὸν ἐπέσφαξε· μετ' οὐ πολὺ δὲ καὶ ∆εκέννιος 4.7.4 ἕτερος αὐτοῦ ἀδελφὸς ἀγχόνῃ ἑαυτὸν διεχρήσατο. αἱ δὲ περὶ τὰ κοινὰ ταραχαὶ οὐδὲ οὕτως τέλος ἔσχον. οὐκ εἰς μακρὰν γὰρ παρὰ μὲν τοῖς πρὸς δύσιν Γαλάταις Σιλβανός τις ἐτυράννησεν, ὃν αὐτίκα καθεῖλον οἱ Κωνσταν4.7.5 τίου στρατηγοί. οἱ δὲ ἐν ∆ιοκαισαρείᾳ ᾿Ιουδαῖοι τὴν Παλαιστίνην καὶ τοὺς πέριξ ὄντας κατέτρεχον, ὅπλα τε ἀράμενοι πείθεσθαι ῾Ρωμαίοις οὐκ ἠνείχοντο. μαθὼν δὲ ταῦτα Γάλλος ὁ Καῖσαρ ἐν ᾿Αντιοχείᾳ διατρίβων, πέμψας στρατιὰν αὐτούς τε ἐχειρώσατο καὶ τὴν ∆ιοκαισάρειαν ἀνάστατον 4.7.6 ἐποίησε. δόξας δὲ εὖ πράττειν τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλὰ τυραννεῖν ἐβούλετο. καταμηνύσαντας δὲ τῷ βασιλεῖ τὸν αὐτοῦ νεωτερισμὸν Μάγ4.7.7 νον τε τὸν κοιαίστωρα καὶ τῆς ἕω τὸν ὕπαρχον ∆ομετιανὸν ἀνεῖλεν. ἀγανακτήσας δὲ Κωνστάντιος μετεκαλεῖτο αὐτόν. ἀπειθεῖν δὲ οὐχ οἷός τε ὤν (ἐδεδίει γάρ) εἴχετο τῆς ὁδοῦ. ἤδη δὲ παρὰ Φλάβωνα τὴν νῆσον γενόμενος ἀνῃρέθη τοῦ βασιλέως προστάξαντος, ἡνίκα δὴ αὐτὸς μὲν τὸ τρίτον ὑπάτευεν, ἕβδομον δὲ Κωνστάντιος. 4.8.1 ᾿Επεὶ δὲ καθῃρημένων τῶν τυράννων ἐδόκει τῶν συμβάντων κακῶν ἡσυχίαν ἔχειν Κωνστάντιος, καταλιπὼν τὸ Σίρμιον ἐπὶ τὴν πρεσβυτέραν ᾔει ῾Ρώμην. ἐνταῦθα γὰρ ἐβούλετο τὴν κατὰ τῶν τυράννων ἐπινίκιον ἐπιτελεῖν πομπήν· κατὰ ταὐτὸν δὲ νομίσας δύνασθαι τοὺς ἑκατέρας ἀρχομένης ἐπισκόπους ὁμόφρονας περὶ τὸ δόγμα καταστῆσαι σύνοδον αὖθις ἐν ᾿Ιταλίᾳ 4.8.2