73
γενέσθαι προσέταξεν. ἐν τούτῳ δὲ ᾿Ιούλιος ἐτελεύτησεν ἐπὶ πεντεκαίδεκα ἐνιαυτοῖς τὴν ῾Ρωμαίων ἐκκλησίαν ἐπιτροπεύσας, διαδέχεται δὲ τοῦτον Λι4.8.3 βέριος. λογισάμενοι δὲ καιρὸν ἔχειν εἰς διαβολὴν τῶν ἐναντία φρονούντων οἱ τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμενοι, ἐπιμελῶς μάλα ἐν τοῖς βασιλείοις ἐπόνουν ἐκβάλλειν τῶν ἐκκλησιῶν πάντας τοὺς πρὸς αὐτῶν καθῃρημένους ὡς ἑτεροδόξους ὄντας καί, ἐν ᾧ Κώνστας τῷ βίῳ περιῆν, συγκροῦσαι τὰς βασιλείας πρὸς ἑαυτὰς σπουδάσαντας, καθότι τῷ ἀδελφῷ πόλεμον ἐπήγγελ4.8.4 λεν, εἰ μὴ προσδέξεται αὐτούς, ὡς ἐν τοῖς πρόσθεν εἴρηται· μάλιστα δὲ ἐν αἰτίᾳ ἐποιοῦντο ᾿Αθανάσιον· οἵ γε ὑπερβολῇ τοῦ περὶ αὐτὸν μίσους οὐδὲ Κώνσταντος περιόντος καὶ Κωνσταντίου φιλεῖν αὐτὸν προσποιουμένου τῆς ἀπεχθείας ἀπέσχοντο, ἀλλὰ συνελθόντες ἐν ᾿Αντιοχείᾳ Νάρκισσός τε ὁ Κίλιξ καὶ Θεόδωρος ὁ Θρᾷξ καὶ Εὐγένιος ὁ Νικαεὺς καὶ Πατρόφιλος ὁ Σκυθοπολίτης καὶ Μηνόφαντος ὁ ᾿Εφέσιος καὶ ἄλλοι ἀμφὶ τριάκοντα οἱ πάντες ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ὡς παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἐπανῆλθεν εἰς ᾿Αλεξάνδρειαν, οὐκ ἀναίτιος φανεὶς ἐπὶ συνόδου, ἀλλὰ φιλονικίᾳ τῶν τὰ αὐτὰ φρονούντων· καὶ παρεκελεύοντο μήτε κοινωνεῖν αὐτῷ μήτε γράφειν, ἀλλὰ Γεωργίῳ τῷ πρὸς αὐτῶν κεχειροτονημένῳ. 4.8.5 ᾿Αθανασίῳ δὲ τότε μὲν τούτων οὐδεὶς ὑπόλογος ἦν, ἔμελλε δὲ χαλεπωτέρων ἢ πρότερον πειραθῆναι πραγμάτων. ἅμα γοῦν ἀπωλώλει Μαγνέντιος καὶ μόνος Κωνστάντιος τῆς ῾Ρωμαίων οἰκουμένης ἡγεῖτο, πᾶσαν ἐποιεῖτο σπουδὴν τοὺς ἀνὰ τὴν δύσιν ἐπισκόπους τοῖς ὁμοούσιον εἶναι τῷ 4.8.6 πατρὶ τὸν υἱὸν <μὴ> δοξάζουσι συναινεῖν. ἐποίει δὲ τοῦτο οὐ φανερῶς οὕτως τὰ πρῶτα βιαζόμενος, πείθων δὲ ἐπιψηφίσασθαι τοῖς κατὰ ᾿Αθανασίου κεκριμένοις ὑπὸ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων. ἐλογίζετο γὰρ ὡς, εἰ κοινῇ ψήφῳ ἐκποδὼν οὗτος γένοιτο, ῥᾳδίως ἂν καὶ τὰ περὶ τὴν θρησκείαν κατορθωθείη αὐτῷ. 4..1 Συνόδου δὲ τοῦ βασιλέως κατεπείγοντος ἐν Μεδιολάνῳ γενομένης ἐκ μὲν τῆς ἕω ὀλίγοι παρεγένοντο, τῶν ἄλλων ὡς εἰκὸς ἢ διὰ νόσον ἢ μακρὰν ὁδοιπορίαν παραιτησαμένων τὴν ἄφιξιν, τῶν δὲ πρὸς δύσιν πλείους ἢ τρια4..2 κόσιοι συνελέγησαν. ἀξιούντων δὲ τῶν [ἀνθρώπων] ἀπὸ τῆς ἕω καταδικάζειν ᾿Αθανασίου, ὡς ἂν παντελῶς ἀπελαθείη τῆς ᾿Αλεξανδρείας, οἱ μὲν 4..3 ἄλλοι ἢ δέει ἢ ἀπάτῃ ἢ ἀγνοίᾳ τῶν ὄντων συνῄνουν, μόνοι δὲ ∆ιονύσιος ὁ ῎Αλβας ἐπίσκοπος (᾿Ιταλίας δὲ ἥδε ἡ μητρόπολις) καὶ Εὐσέβιος ὁ Βερ-κέλλων τῆς Λιγυρίας, Παυλῖνος ὁ Τριβέρεως καὶ ῾Ροδανὸς καὶ Λουκίφερ ἀνέκραγον καὶ ἐμαρτύραντο μὴ χρῆναι ὡδὶ ῥᾳδίως καταδικάσαι ᾿Αθανασίου· μηδὲ γὰρ ἄχρι τούτου, εἰ γένοιτο, στήσεσθαι τὸ κακόν, χωρήσειν δὲ τὴν 4..4 ἐπιβουλὴν καὶ κατ' αὐτῶν τῶν ὀρθῶς περὶ θεοῦ δεδογμένων· ἐπὶ καθαιρέσει τε τῆς ἐν Νικαίᾳ πίστεως ταῦτα σπουδάζεσθαι παρὰ τοῦ βασιλέως καὶ τῶν τὰ ᾿Αρείου φρονούντων. καὶ οἱ μὲν ὧδε παρρησιασάμενοι ὑπερορίῳ 4..5 φυγῇ κατεδικάσθησαν, σὺν τούτοις δὲ καὶ ῾Ιλάριος. ἀληθῆ δὲ τοῦ ἐν Μεδιολάνῳ συλλόγου αἰτίαν εἶναι, ἣν ἔλεγον, ἐπιστοῦτο ἡ ἀπόβασις. οὐ πολλῷ γὰρ ὕστερον ἡ ἐν ᾿Αριμήνῳ καὶ Σελευκείᾳ σύνοδος συνελέγη, καὶ ἑκατέρα κατὰ τῶν ἐν Νικαίᾳ δεδογμένων νεωτερίζειν ἐπεχείρησεν, ὡς αὐτίκα ἐπιδείξω. 4..6 ᾿Αθανάσιος δὲ πυθόμενος ἐπιβουλεύεσθαι ἐν τοῖς βασιλείοις, αὐτὸς μὲν πρὸς βασιλέα ἐλθεῖν οὔτε ἐθάρρησεν οὔτε λυσιτελεῖν ἐδοκίμασεν. ἐπιλεξάμενος δὲ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων πέντε, ὧν ἦν Σεραπίων ὁ Θμουαῖος, ἀνὴρ ἐς τὰ μάλιστα τὸν βίον θεσπέσιος καὶ λέγειν δεινός, πέμπει ὡς βασιλέα πρὸς δύσιν τότε τῆς ἀρχομένης διάγοντα. συμπέμπει δὲ αὐτοῖς καὶ τῆς ὑπ' αὐτὸν ἐκκλησίας πρεσβυτέρους τρεῖς καταλλάξοντας αὐτῷ τὸν κρατοῦντα καί, ἢν δέοι, πρὸς τὰς διαβολὰς τῶν ἐναντίων ἀπολογησομένους καὶ τὰ ἄλλα πράξοντας, ὅπῃ ἂν τῇ ἐκκλησίᾳ καὶ αὐτῷ ἄριστα γιγνώσκωσιν. 4..7 ἀποπλευσάντων δὲ αὐτῶν μετ' οὐ πολὺ γράμματα τοῦ βασιλέως ἐδέξατο καλοῦντα αὐτὸν εἰς τὰ βασίλεια. ἐπὶ δὲ τούτῳ αὐτός τε ᾿Αθανάσιος καὶ ὁ λαὸς τῆς ἐκκλησίας ἐταράχθησαν