75
αὐτοῦ παραγενομένους, ἐπί τινι χρόνῳ διέμεινεν ὁ ὑπ' αὐτὸν κλῆρος καὶ λαὸς τὰς ἐκκλησίας κατέχοντες, εἰσότε δὴ ὁ Αἰγύπτου ὕπαρχος καὶ ὁ ἡγούμενος τῶν τῇδε στρατιῶν ἐκβαλόντες τοὺς αὐτῷ πειθομένους παρέδοσαν αὐτὰς τοῖς προσδοκῶσι Γεώργιον. 4.10. οὐκ εἰς μακρὰν δὲ αὐτὸς Γεώργιος ἀφίκετο καὶ τὰς ἐκκλησίας ὑφ' ἑαυτὸν εἶχε. βιαιότερον δὲ ἢ κατὰ πρόσχημα καὶ ἦθος ἱερέως ἐπιτηδεύων κρατεῖν καὶ πᾶσι μὲν φοβερὸς εἶναι θέλων, πρὸς δὲ τοὺς ᾿Αθανάσιον ἐπαινοῦντας καὶ ἀπηνής, ὡς δεσμὰ καὶ πληγὰς ἄνδρας τε καὶ γυναῖκας ὑπομεῖναι, οἷα 4.10.10 τύραννος ἐνομίζετο. ὑπὸ τοιαύτης δὲ αἰτίας εἰς κοινὸν μῖσος ἐμπεσόντι κινηθεὶς εἰς ὀργὴν ὁ δῆμος ἐπέστη ἐν τῇ ἐκκλησίᾳ διατρίβοντι, καὶ μικροῦ αὐτὸν διεχειρίσαντο. καὶ ὁ μὲν ὧδε κινδυνεύσας μόλις διεσώθη καὶ πρὸς 4.10.11 βασιλέα φεύγει. οἱ δὲ τὰ ᾿Αθανασίου φρονοῦντες τὰς ἐκκλησίας κατέσχον. ἐγένετο δὲ τοῦτο οὐκ ἐπὶ πολλῷ χρόνῳ. παραγενόμενος γὰρ ὁ τῆς Αἰγύπτου στρατηγὸς πάλιν τοῖς Γεωργίου τὰς ἐκκλησίας παρέδωκε. μετὰ δὲ ταῦτα ταχυγράφος βασιλικὸς ἐκ τοῦ τάγματος τῶν καλουμένων νοταρίων ἀποσταλεὶς τιμωρῆσαι πολλοὺς ᾿Αλεξανδρέων ἐβασάνισε καὶ ᾐκίσατο. 4.10.12 μετ' οὐ πολὺ δὲ καὶ αὐτὸς Γεώργιος ἐπανῆλθε φοβερώτερος ἐκ τῶν εἰρημένων ὡς εἰκὸς γεγενημένος καὶ μᾶλλον ἢ πρότερον μισούμενος, ὡς εἰς κάκωσιν πολλῶν βασιλέα κεκινηκὼς καὶ ἐπὶ δυσπιστίᾳ καὶ τύφῳ διαβαλλόμενος παρὰ τῶν ἐν Αἰγύπτῳ μοναχῶν, ὧν τῇ δόξῃ τὸ πλῆθος εἵπετο καὶ τὰς μαρτυρίας ἀληθεῖς ἡγεῖτο, καθότι ἀρετὴν ἤσκουν καὶ ἐν φιλοσοφίᾳ ὁ βίος αὐτοῖς ἦν. 4.11.1 Τάδε μὲν ὧδε ἐφεξῆς οὐ κατὰ τὸν αὐτὸν καιρὸν ᾿Αθανασίῳ τε καὶ τῇ ᾿Αλεξανδρέων ἐκκλησίᾳ συνέβη μετὰ τὴν Κώνσταντος τελευτήν. σαφηνείας 4.11.2 δὲ χάριν ταῦτα συλλήβδην ἐνταῦθα διηγησάμην. ἀπράκτου δὲ διαλυθείσης τῆς ἐν Μεδιολάνῳ συνόδου τοὺς μὲν ἀντειπόντας τοῖς κατὰ ᾿Αθανασίου σπουδάζουσιν ἐκποδὼν ἐποίησεν ὁ βασιλεὺς φυγὴν αὐτῶν καταδικάσας· περὶ πολλοῦ δὲ ποιούμενος πανταχοῦ τὴν ἐκκλησίαν συμφωνεῖν περὶ τὸ δόγμα καὶ τοὺς ἱερέας ὁμονοεῖν, ἐβουλεύετο πανταχόθεν ἐπισκόπους εἰς τὴν δύσιν καλεῖν. ἐννοούμενος δὲ ὡς ἐργῶδες τοῦτο διὰ τὸ μῆκος τῆς ἐν μέσῳ γῆς καὶ θαλάσσης, ἠπόρει μὲν ὅ τι ποιήσει, παντελῶς δὲ οὐ καθυφίει. 4.11.3 Μένων δὲ ἐπὶ τῆς αὐτῆς γνώμης, πρὶν εἰς ῾Ρώμην ἐλθεῖν καὶ τὴν εἰωθυῖαν ῾Ρωμαίοις ἐπιτελεῖν πομπὴν κατὰ τῶν νενικημένων, μετακαλεσάμενος Λιβέριον τὸν ῾Ρώμης ἐπίσκοπον ἔπειθεν ὁμόφρονα γενέσθαι τοῖς ἀμφ' αὐτὸν ἱερεῦσιν, ὧν ἦν καὶ Εὐδόξιος. ἀνταίροντα δὲ καὶ ἰσχυριζόμενον μήποτε 4.11.4 τοῦτο ποιήσειν προσέταξεν εἰς Βεροίην τῆς Θρᾴκης ἀπάγεσθαι. λέγεται δὲ σὺν ταύτῃ πρόφασις εἶναι τῆς Λιβερίου φυγῆς καὶ τὸ μὴ ἑλέσθαι τὴν πρὸς ᾿Αθανάσιον κοινωνίαν ἀρνήσασθαι, ἀλλ' ἀνδρείως περὶ τούτου ἀντειπεῖν βασιλεῖ, ἐπαιτιωμένῳ ὡς τὰς ἐκκλησίας ἠδίκησε καὶ τοῖν ἰδίοιν ἀδελφοῖν τὸν μὲν πρεσβύτερον ἀπώλεσε, Κώνσταντα δέ, ὅσον εἰς αὐτὸν ἧκεν, ἐχθρὸν αὐτῷ κατέστησε· προϊσχομένῳ τε τὴν κρίσιν τῶν πανταχοῦ καὶ μάλιστα ἐν Τύρῳ κατ' αὐτοῦ συνεληλυθότων, τούτοις μὲν ὡς κατὰ πάντα πρὸς ἀπέχθειαν 4.11.5 καὶ χάριν ἢ δέος ψηφισαμένοις μὴ χρῆναι τίθεσθαι ἔλεγε Λιβέριος· ἐζήτει δὲ τὴν μὲν ἐν Νικαίᾳ παραδοθεῖσαν πίστιν ὑπογραφαῖς τῶν πανταχοῦ ἐπισκόπων κρατύνεσθαι καὶ τοὺς διὰ τοῦτο ἐν ὑπερορίαις διατρίβοντας μετα4.11.6 καλεῖσθαι. κατορθωθέντων δὲ τούτων, ὥστε μὴ ὀχληροὺς καὶ ἐπιζημίους δόξαι, δημοσίων ὀχημάτων ἢ χρημάτων μὴ μεταδοῦναί τινι, ἀλλ' ἰδίᾳ δαπάνῃ πάντας εἰς τὴν ᾿Αλεξάνδρειαν συνελθεῖν, ἔνθα ὁ ἠδικηκὼς καὶ οἱ ἠδικημένοι καὶ τῶν ἐγκλημάτων οἱ ἔλεγχοι καὶ ἀκριβὴς τῆς ἐπὶ τούτοις 4.11.7 ἀληθείας βάσανος. ἐπιδεικνύς τε τὴν ἐπὶ ᾿Αθανασίῳ ἔγγραφον μαρτυρίαν Οὐάλεντος καὶ Οὐρσακίου, ἣν ἐπιδεδώκασιν ᾿Ιουλίῳ τῷ πρὸ αὐτοῦ τὸν τῶν ῾Ρωμαίων θρόνον ἐπιτροπεύσαντι συγγνώμην αἰτοῦντες καὶ τὰ πρὸς αὐτῶν ἐν τῷ Μαρεώτῃ πεπραγμένα ψευδῆ καταμηνύοντες, ἠξίου μὴ καταδικάζειν αὐτοῦ ἀπόντος τὸν