76
βασιλέα μηδὲ τοῖς τότε ψηφισαμένοις πείθεσθαι, 4.11.8 ἅτε δήλης τῆς ἐπιβουλῆς οὔσης. ἕνεκα δὲ τοῖν ἀδελφοῖν μὴ προσδοκᾶν αὐτὸν ἀμύνεσθαι διὰ ἱερατικῆς χειρός, ἣν οὐχ ἕτοιμον εἰς τοῦτο, ἀλλ' εἰς ἁγιασμὸν καὶ πᾶσαν δικαίαν τε καὶ ἀγαθὴν πρᾶξιν τὸ θεῖον ἐνομοθέτησεν. 4.11. ᾿Επεὶ οὖν οὐ καθυφῆκεν οἷς ἐπέταττε, προσέταξεν αὐτῷ ὁ βασιλεὺς εἰς τὴν Θράκην ἀπάγεσθαι, εἰ μὴ μετάθοιτο τῆς γνώμης ἐντὸς ἡμερῶν δύο. «ἀλλ' ἐμοί», ἔφη Λιβέριος, «ὦ βασιλεῦ, οὐ βουλῆς δεῖ· πάλαι γὰρ ταῦτα εὖ μοι βεβούλευται καὶ δέδοκται, καὶ τῆς ὁδοῦ ἐντεῦθεν ἤδη ἔχομαι.» 4.11.10 λέγεται δὲ ἀπαγομένῳ αὐτῷ πεντακοσίους χρυσοῦς ἀποστεῖλαι, τὸν δὲ μὴ δεξάμενον εἰπεῖν τῷ κομίσαντι· «ἄπιθι καὶ ἄγγειλον τῷ πεπομφότι τὸ χρυσίον τοῦτο δοῦναι τοῖς ἀμφ' αὐτὸν κόλαξι καὶ ὑποκριταῖς, οὓς ὑπὸ ἀπληστίας διηνεκὴς ἔνδεια ὁσημέραι ὀχλοῦσα κολάζει ἀεὶ χρημάτων ἐπιθυμοῦντας, μηδέποτε δὲ κορεννυμένους· ἡμῖν δὲ ὁ Χριστὸς ἐν ἅπασι τῷ πατρὶ ὅμοιος τροφεὺς καὶ ταμίας ἐστὶ πάντων τῶν ἀγαθῶν.» 4.11.11 ᾿Εκ δὴ τοιαύτης αἰτίας καὶ Λιβέριος ἀφῃρέθη τῆς ῾Ρωμαίων ἐκκλη-σίας· ἐπιτρέπεται δὲ ταύτην Φίληξ διάκονος τοῦ ἐνταῦθα κλήρου. ὃν ὁμόφρονά φασι διαμεῖναι κατὰ τὴν πίστιν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι καὶ παντελῶς θρησκείας ἕνεκα ἀνέγκλητον. τουτὶ δὲ μόνον ἐγκαλεῖσθαι, ὅτι 4.11.12 γε πρὸ χειροτονίας καὶ κοινωνίας ἑτεροδόξων ἀνδρῶν ἠνέσχετο. ὡς δὲ εἰσήλαυνεν εἰς ῾Ρώμην ὁ βασιλεὺς καὶ πολὺς ἦν ὁ ἐνθάδε δῆμος περὶ Λιβερίου ἐκβοῶν καὶ δεόμενος αὐτὸν ἀπολαβεῖν, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ ἐπισκόπων ἀπεκρίνατο μετακαλεῖσθαι αὐτὸν καὶ τοῖς αἰτοῦσιν ἀποδώσειν, εἰ πεισθείη τοῖς συνοῦσιν αὐτῷ ἱερεῦσιν ὁμοφρονεῖν. 4.12.1 Περὶ δὲ τοῦτον τὸν χρόνον εἰς τὸ φανερὸν ἐδίδασκεν ᾿Αέτιος ἣν εἶχε περὶ θεοῦ δόξαν. ἦν δὲ τότε διάκονος τῆς ᾿Αντιοχέων ἐκκλησίας, παρὰ Λεοντίου γενόμενος. τὰ αὐτὰ δὲ ᾿Αρείῳ ἐδόξαζε, κτιστὸν καὶ ἐξ οὐκ ὄντων ἀνόμοιόν τε λέγων τῷ πατρὶ τὸν υἱόν. ἐριστικὸς δέ τις εἰσάγαν ὢν καὶ τολμηρὸς ἐν τοῖς περὶ θεοῦ λόγοις, ἀσφαλῶς τε καὶ ποικίλως τοῖς συλλογισμοῖς χρώ4.12.2 μενος, ἔδοξεν ἑτερόδοξος εἶναι οἷς ὁμοίως ἐφρόνει. ἐκβληθείς τε τῆς αὐτῶν ἐκκλησίας ἐσκήπτετο παραιτεῖσθαι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς ᾿Αρείῳ κεκοινωνηκότας μὴ δέον· «ὅτι», φησίν, «ἐπιώρκησεν, ἡνίκα μεταμεληθεὶς ὀμώμοκε Κωνσταντίνῳ τῷ βασιλεῖ συνῳδὰ φρονεῖν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι.» καὶ τὰ μὲν ὧδε λέγεται. 4.12.3 ῎Ετι δὲ τοῦ βασιλέως ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ διάγοντος ἀγγέλλεται τετελευτηκέναι Λεόντιος ὁ ᾿Αντιοχείας ἐπίσκοπος. ὡς φυλακῆς δὲ προσδεομένης τῆς ἐνθάδε ἐκκλησίας ἐδεήθη τοῦ βασιλέως Εὐδόξιος ἐπανελθεῖν εἰς 4.12.4 Συρίαν. ἐπιτραπεὶς δὲ τοῦτο σπουδῇ καταλαμβάνει τὴν ᾿Αντιόχειαν καὶ περιποιεῖται ἑαυτῷ τὴν ἐνθάδε ἐπισκοπήν, μήτε Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου μήτε Μάρκου τοῦ ᾿Αρεθούσης, οἳ δὴ τότε τῶν ἐν Συρίᾳ ἐπισκόπων ἐπίσημοι ἦσαν, μήτε τῶν ἄλλων, οἷς ἡ χειροτονία διέφερε, συνθεμένων. λόγος δὲ ταῦτα τὸν αὐτὸν πραγματεύσασθαι κατὰ γνώμην τοῦ κρατοῦντος, τῶν ἐν τοῖς βασιλείοις εὐνούχων συμπραξάντων, οἳ ἅμα Εὐδοξίῳ τὸ ᾿Αετίου 4.12.5 δόγμα ἐπῄνουν καὶ ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐδόξαζον. ὡς οὖν ἐκράτησε τῆς ᾿Αντιοχέων ἐκκλησίας, παρρησίας λαβόμενος περιφανῶς ἤδη προΐστατο τῆς τοιαύτης αἱρέσεως. καὶ συνελθὼν ἐν ᾿Αντιοχείᾳ ἅμα τοῖς τὰ τοιαῦτα φρονοῦσιν, ὧν ἦσαν καὶ ᾿Ακάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης ἐπίσκοπος καὶ Οὐράνιος ὁ Τύρου, [ὃς] μετὰ τοῦ ὁμοουσίου καὶ τὸ ὁμοιούσιον ὄνομα ἠθέτει, πρόφασιν ποιούμενος ὡς καὶ οἱ ἀνὰ τὴν δύσιν ἐπίσκοποι ταῦτα 4.12.6 ἐψηφίσαντο. ῞Οσιος γὰρ ἅμα τισὶ τῶν ἐνθάδε ἱερέων ἐπὶ καταλύσει τῆς Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμανίου φιλονικίας βιασθεὶς ἐν Σιρμίῳ, ὡς εἴρηται, συνεχώρησε μήτε ὁμοούσιον μήτε ὁμοιούσιον λέγειν, ὡς μηδὲ ταῖς ἱεραῖς γραφαῖς ἐγνωσμένων τῶν ὀνομάτων καὶ ὑπὲρ νοῦν ἀνθρώ4.12.7 πων ὂν οὐσίαν θεοῦ πολυπραγμονεῖν. ὡς κατωρθωκόσι δὲ περὶ τούτου τὰ ῾Οσίου γράμματα πρὸς αὐτοὺς