78
διδάσκειν. οἷς ὅτι μὲν "7εἰς κεφαλὴν τρέψεται, πάνυ πεπιστεύκαμεν, ἀρκέσει δὲ τέως εἴργεσθαι "7συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ. καὶ γὰρ δὴ μὴ προαχθείην εἰπεῖν "7ἐν τῷ παρόντι, ὅσα μικρὸν ὕστερον ἐκεῖνοι πείσονται, ἢν μὴ τῆς λύσσης 4.14.6 "7ταύτης ἀπόσχοιντο. οἱ δέ (καὶ τί γὰρ οὐκ ἐπεισάγουσι τῷ κακῷ;) τοὺς "7πονηροτάτους ὥσπερ ἐξ ἐντολῆς ἀγείροντες τούτους δὴ τοὺς τῶν αἱρέσεων "7ἀρχηγοὺς εἰς τὸν κλῆρον καταλέγουσι, σχῆμα σεμνὸν οὕτω κιβδηλεύοντας, "7ὥσπερ ἐξὸν αὐτοὺς ἄγειν καὶ φέρειν ἅπαντα. καίτοι τίς ἂν εἰς ζῶντας "7τελῶν τούτων ἀνάσχοιτο, οἳ τὰς μὲν πόλεις τοῦ δυσσεβεῖν ἐμπιπλῶσι, τὴν "7δὲ ὑπερορίαν μιάσμασιν ἀποκρύπτουσιν, ἓν τοῦτο μόνον ἔργον ἀγαπῶντες "7τὸ τοῖς καλοῖς ἀπεχθάνεσθαι διηνεκῶς. ἔρρετ' ὦ πανούργων σύστημα· 4.14.7 "7τί θειοτέροις θώκοις ἐνίδρυσαν; νῦν ὥρα τοὺς τῆς ἀληθείας τροφίμους εἰς "7φῶς ἥκειν καὶ μέσους, ὅσοι τῶν ἠθῶν ἐκφοιτῶντες φόβῳ κατείχοντο πάλαι. "7τὰ γὰρ δὴ σοφὰ τούτων ἐξελήλεγκται· καὶ μηχανῆς οὐδεὶς ἔσται τρόπος "7καινός, ὃς ἐξαιρήσεται τούτους τοῦ δυσσεβεῖν. ἀνδρῶν ἀγαθῶν ἔργον τῇ "7πίστει τῶν πατέρων συζῆν καὶ ταύτην ἐπαύξειν ὁσημέραι, πέρα δὲ μὴ πολυ"7πραγμονεῖν. παραινέσαιμι δ' ἂν καὶ τοὺς ἐκ τοῦ βαράθρου ὀψέ ποτε μετα"7θεμένους θέσθαι ταύτῃ τῇ ψήφῳ, ἣν οἱ τὰ θεῖα σοφοὶ μετὰ τοῦ κρείττονος "7ἐψηφίσαντο δεόντως ἐπίσκοποι.» ᾿Εξ ἐκείνου μὲν οὖν τοῦτον τὸν τρόπον παρ' ὀλίγον ἐκινδύνευσε κρατεῖν ἡ τῶν ᾿Ανομοίων καλουμένη αἵρεσις. 4.15.1 Οὐ πολλῷ δὲ ὕστερον ἐπανελθὼν ἐκ τῆς ῾Ρώμης εἰς Σίρμιον ὁ βασιλεὺς πρεσβευσαμένων τῶν ἀπὸ τῆς δύσεως ἐπισκόπων μετακαλεῖται Λιβέριον ἐκ Βεροίας, παρόντων τε τῶν ἀπὸ τῆς ἕω πρέσβεων, συναγαγὼν τοὺς παρατυχόντας ἐν τῷ στρατοπέδῳ ἱερέας, ἐβιάζετο αὐτὸν ὁμολογεῖν μὴ εἶναι τῷ πατρὶ τὸν υἱὸν ὁμοούσιον. ἐνέκειντο δὲ καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἐκίνουν πλείστην παρ' αὐτῷ παρρησίαν ἄγοντες Βασίλειος καὶ Εὐστάθιος καὶ 4.15.2 ᾿Ελεύσιος. οἳ δὴ τότε εἰς μίαν γραφὴν ἀθροίσαντες τὰ δεδογμένα ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς ᾿Αντιοχέων ἐκκλησίας, ὡς ἐπὶ προφάσει τοῦ ὁμοουσίου ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστᾶν τὴν αἵρεσιν, παρασκευάζουσι συναινέσαι ταύτῃ Λιβέριον, ᾿Αθανάσιόν τε καὶ ᾿Αλέξανδρον καὶ Σευηριανὸν καὶ Κρί-σκεντα, οἳ ἐν ᾿Αφρικῇ ἱέρωντο. ὁμοίως δὲ συνῄνουν καὶ Οὐρσάκιος καὶ Γερμάνιος ὁ Σιρμίου καὶ Οὐάλης ὁ Μουρσῶν ἐπίσκοπος καὶ ὅσοι ἐκ τῆς ἕω 4.15.3 παρῆσαν. ἐν μέρει δὲ καὶ ὁμολογίαν ἐκομίσαντο παρὰ Λιβερίου ἀποκηρύττουσαν τοὺς μὴ κατ' οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνοντας. ἡνίκα γὰρ τὴν ῾Οσίου ἐπιστολὴν ἐδέξαντο Εὐδόξιος καὶ οἱ σὺν αὐτῷ ἐν ᾿Αντιοχείᾳ τῇ ᾿Αετίου αἱρέσει σπουδάζοντες, ἐλογοποίουν ὡς καὶ Λιβέριος τὸ ὁμοούσιον ἀπεδοκίμασε καὶ ἀνόμοιον τῷ πατρὶ τὸν 4.15.4 υἱὸν δοξάζει. ἐπεὶ δὲ ταῦτα ὧδε κατώρθωτο τοῖς ἐκ τῆς δύσεως πρέσβεσιν, ἀπέδωκεν ὁ βασιλεὺς Λιβερίῳ τὴν ἐπὶ ῾Ρώμην ἐπάνοδον· γράφουσί τε προσδέξασθαι αὐτὸν οἱ ἐν Σιρμίῳ ἐπίσκοποι Φίληκι τῷ ἡγουμένῳ τότε τῆς ῾Ρωμαίων ἐκκλησίας καὶ τῷ ἐνθάδε κλήρῳ, ἄμφω δὲ τὸν ἀποστολικὸν ἐπιτροπεύειν θρόνον καὶ κοινῇ ἱερᾶσθαι μεθ' ὁμονοίας, ἀμνηστίᾳ τε παραδοῦναι τὰ συμβάντα ἀνιαρὰ διὰ τὴν Φίληκος χειροτονίαν καὶ τὴν Λιβερίου 4.15.5 ἀποδημίαν. οἷα γὰρ τὰ ἄλλα καλὸν καὶ ἀγαθὸν τὸν Λιβέριον καὶ ἀνδρείως ὑπὲρ τοῦ δόγματος ἀντειπόντα τῷ βασιλεῖ ἠγάπα ὁ τῶν ῾Ρωμαίων δῆμος, ὡς καὶ μεγίστην ἀνακινηθῆναι στάσιν καὶ μέχρι φόνων χωρῆσαι. ὀλίγον δὲ χρόνον Φίληκος ἐπιβιώσαντος μόνος Λιβέριος τῆς ἐκκλησίας προΐστατο, 4.15.6 ταύτῃ πῃ τοῦ θεοῦ διοικήσαντος, ὥστε τὸν Πέτρου θρόνον μὴ ἀδοξεῖν ὑπὸ δύο ἡγεμόσιν ἰθυνόμενον, ὃ διχονοίας σύμβολόν ἐστι καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀλλότριον. 4.16.1 ᾿Εν μὲν οὖν τῷ Σιρμίῳ ταῦτα ἐγεγόνει, καὶ ἐδόκει τότε διὰ τὸν τοῦ βασιλέως φόβον ἀνατολὴ καὶ δύσις ὁμοφρονεῖν περὶ τὸ δόγμα. περὶ δὲ τῶν ἐν ᾿Αντιοχείᾳ νεωτερισθέντων καὶ τῆς