79
᾿Αετίου αἱρέσεως ἔκρινεν ὁ βασιλεὺς 4.16.2 ἐπιτελέσαι σύνοδον ἐν Νικαίᾳ. παραιτησαμένων δὲ τῶν ἀμφὶ Βασίλειον διὰ τὸ πάλαι ἐνθάδε τὴν περὶ τοῦ δόγματος συμβῆναι ζήτησιν, ἔδοξεν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας γενέσθαι· καὶ γράμμασι Κωνστάντιος κέχρηται εἰς ῥητὴν ἡμέραν μετὰ σπουδῆς φθάσαι τῶν ἀν' ἕκαστον ἔθνος ἐπισκόπων, οἳ συνιέναι ἐπιτηδειότεροι ἐδόκουν καὶ νοεῖν καὶ λέγειν ἱκανοί, ὥστε ἀντὶ πάντων τῶν ἱερέων τοῦ ἔθνους μετασχεῖν αὐτοὺς τῆς συνόδου καὶ τῇ κρίσει 4.16.3 παρεῖναι. ἤδη δὲ καὶ τῶν πλειόνων κατὰ τὴν ὁδοιπορίαν ὄντων ἀγγέλλεται τὸ Νικομηδείας πάθος καὶ ὅτι πᾶσαν ὁ θεὸς κατέσεισεν. ὡς ἐπὶ ἀπολομένῃ δὲ ἄρδην τῇ πόλει πανταχοῦ κρατοῦντος ἐπέσχον οἱ καθ' ὁδὸν ἐπίσκοποι· ὡς γὰρ φιλεῖ ἡ φήμη ἐργάζεσθαι, οὐκ ἄχρι τῶν γεγονότων τὰ δεινὰ τοῖς ἄπωθεν ἤγγελλεν. ὑπεθρυλεῖτο δὲ Νίκαιάν τε καὶ Πέρινθον καὶ τὰς πλησίον πόλεις κοινωνῆσαι τῆς συμφορᾶς, προσέτι δὲ καὶ τὴν Κωνσταντινούπολιν. 4.16.4 οὐ μετρίως δὲ τοὺς εὖ φρονοῦντας τῶν ἐπισκόπων ἐλύπει τὸ συμβάν, καθότι καὶ ἐκκλησία μεγαλοπρεπῶς ᾠκοδομημένη κατεσείσθη, καὶ πρόφασις ἐγένετο τοῖς ἀπεχθανομένοις πρὸς τὴν θρησκείαν ἀναγγεῖλαι τῷ βασιλεῖ, ὡς ἐπισκόπων πλῆθος καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν ἀπώλετο, προσφυγόντων τῇ ἐκκλησίᾳ ἐπ' ἐλπίδι τοῦ ἐνθάδε σωθήσεσθαι. οὐκ ἀληθῶς δὲ ταῦτα εἶχε· δευτέρᾳ γὰρ ὥρᾳ οὐ συναξίμου ἡμέρας ὁ σεισμὸς ἐνέσκηψεν. 4.16.5 ἐπισκόπων δὲ μόνος Κεκρόπιος ὁ Νικομηδείας αὐτῆς καὶ ἄλλος ἀπὸ Βοσπόρου τῆς ἐκκλησίας ἔξωθεν κατελήφθησαν. ἐν ἀκαριαίῳ τε χρόνῳ κατασεισθείσης τῆς πόλεως οὐδὲ ἐνεδέχετο δύνασθαι τοὺς θέλοντας ἀλλαχῇ καταφυγεῖν, ἀλλ' ἐν τῇ πρώτῃ πείρᾳ τοῦ κινδύνου ὡς ἐπίπαν ὅπῃ ἔτυχεν ἕκαστος 4.16.6 ἑστὼς ἢ ἐσώθη ἢ ἀπώλετο. λέγεται δὲ πρὶν γενέσθαι ταύτην τὴν συμφορὰν προϊδεῖν ᾿Αρσάκιον, ὃς τὸ μὲν γένος Πέρσης ἦν, ἀπὸ στρατιώτου δὲ θηροκόμου τῶν βασιλικῶν λεόντων, οὐκ ἄσημος τῶν ἐπὶ Λικινίου ὁμολογητὴς ἐγένετο, καὶ τὴν στρατείαν καταλιπὼν ἐν τῇ ἄκρᾳ Νικομηδείας ἐν πύργῳ 4.16.7 τοῦ τείχους κατῴκει φιλοσοφῶν. ἔνθα δὴ προφανεῖσα αὐτῷ θεία ὄψις ἐκέλευσεν ἐξιέναι τῆς πόλεως ὡς πεισομένης ἅπερ ὕστερον πέπονθεν. ἐκ τούτου τε σπουδῇ καταλαβὼν τὴν ἐκκλησίαν ἐνετείλατο τοῖς κληρικοῖς ἐπιμελῶς ἱκετεῦσαι τὸν θεὸν καὶ ἱλαστηρίους ἐπιτελέσαι λιτὰς ἐπὶ λύσει τῆς ἀπει4.16.8 ληθείσης ὀργῆς. ὡς δὲ οὐκ ἔπεισε καὶ γελοῖος ἐδόκει ἀπροσδόκητα μηνύων πάθη, ἀνέστρεψεν ἐπὶ τὸν πύργον καὶ πρηνὴς καταπεσὼν ηὔχετο. ἐν τούτῳ δὲ τοῦ σεισμοῦ ἐπισκήψαντος οἱ μὲν πλείους ἀπώλοντο, οἱ δὲ περι4.16. λειφθέντες εἰς τοὺς ἀγροὺς καὶ τὴν ἄκραν ἔφυγον. ὡς γὰρ ἐν εὐδαίμονι καὶ μεγάλῃ πόλει καθ' ἑκάστην οἰκίαν πῦρ ἡμμένον ἐτύγχανεν ἐν χυτροπόδοις καὶ πνιγεῦσι καὶ καμίνοις βαλανείων τε καὶ τῶν ὅσοι περὶ τὰς ἐμπύρους τέχνας πονοῦσιν· ἐπιρριπτομένων τε τῶν ὀρόφων περικλεισθεῖσα ταῖς ὕλαις ἡ φλόξ, ἀναμεμιγμένων ὡς εἰκὸς φρυγάνων καὶ τῶν ὅσα ἐλαιώδη ἐστὶ καὶ 4.16.10 πρὸς τὸ καίεσθαι ῥᾳδίαν ἔχει τὴν ἐπίδοσιν, ἀφθόνως ἐτράφη, πανταχοῦ τε ἕρπουσα καὶ πρὸς ἑαυτὴν συναπτομένη μίαν ὡς εἰπεῖν πυρὰν τὴν πᾶσαν πόλιν ἐποίησε. καὶ κατὰ τοῦτο δὲ τῶν οἴκων ἀβάτων ὄντων οἱ περισωθέντες 4.16.11 ἐκ τοῦ σεισμοῦ ἐπὶ τὴν ἄκραν ἀνέδραμον. ᾿Αρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρός, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρχόμενος. λόγος δὲ περὶ τοῦ προτελευτῆσαι τότε αὐτὸν τὸν θεὸν ἱκετεῦσαι καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον ἢ συμφορὰν θεάσασθαι πόλεως, ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὸν ἐπέγνω καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν. 4.16.12 ᾿Αλλ' ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλείας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν καὶ τοὺς ὀχλουμένους ὑπ' αὐτῶν καθαίρειν. οὕτω γοῦν δαιμονῶν τις ξίφος σπασάμενος ἀνὰ τὴν ἀγορὰν ἔθεε· φευγόντων δὲ πάντων καὶ θορύβου τὴν πόλιν ἔχοντος ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε καὶ τῷ λόγῳ κατέβαλε· καὶ αὐτίκα