80
ἐκαθάρισεν 4.16.13 καὶ σωφρονεῖν ἐποίησε. πεπόνητο δὲ αὐτῷ καὶ πολλὰ ἄλλα ὑπὲρ ἀνθρωπείαν δύναμιν καὶ τέχνην καὶ μέντοι καὶ τόδε. δράκων ἦν ἢ ἕτερον ἑρπετοῦ γένος πρὸ τῆς πόλεως, ὃ τοὺς παροδίτας τῷ φυσήματι ἀπώλλυε· παρὰ γὰρ λεωφόρον ἐφώλευεν. ἔνθα δὴ παραγενόμενος ᾿Αρσάκιος ηὔξατο, καὶ ὁ ὄφις αὐτομάτως τοῦ φωλεοῦ ἐξῆλθε καὶ δὶς τῷ ἐδάφει τὴν κεφαλὴν προσρήξας ἑαυτὸν ἀνεῖλε. καὶ τὰ μὲν ὧδε ἀφηγήσαντο, οἳ παρὰ τῶν ᾿Αρσάκιον αὐτὸν θεασαμένων ἀκηκοέναι ἔφασαν. 4.16.14 Οἱ δὲ ἐπίσκοποι ἀνακοπέντες τῆς ἐπὶ τὴν σύνοδον ὁρμῆς διὰ τὸ Νικομηδείας πάθος, οἱ μὲν περιέμενον τὰ δόξοντα πάλιν τῷ βασιλεῖ, οἱ δὲ ἣν ἔχουσι δόξαν περὶ τῆς πίστεως διὰ γραμμάτων ἐδήλωσαν. ἀπορῶν δὲ περὶ τοῦ πρακτέου ὁ κρατῶν γράφει Βασιλείῳ πυνθανόμενος ὅ τί ποτε χρὴ περὶ 4.16.15 τῆς συνόδου ποιεῖν. ὁ δὲ ὡς εἰκὸς ἐπὶ εὐσεβείᾳ δι' ἐπιστολῆς ἐπαινέσας αὐτὸν καὶ ἐπὶ τῷ πάθει Νικομηδείας παραμυθησάμενος ἐξ ὑποδειγμάτων ἱερῶν ἱστοριῶν παροτρύνει ἐπιταχῦναι τὴν σύνοδον καὶ μὴ καθυφεῖναι, ὡς ὑπὲρ εὐσεβείας τῆς σπουδῆς οὔσης, μηδὲ ἀπράκτους ἀποπέμψαι τοὺς ἐπὶ τούτῳ συλλεγομένους ἱερέας, ἅπαξ ἐξεληλυθότας καὶ κατὰ τὴν ὁδοιπορίαν ὄντας. ὥρισε δὲ τῇ συνόδῳ τόπον ἀντὶ Νικομηδείας τὴν Νίκαιαν, ὥστε ἐκεῖ τὰ περὶ 4.16.16 τῆς πίστεως διορθωθῆναι, ἔνθα καὶ ζητεῖσθαι ἤρξατο. καὶ ὁ Βασίλειος τοιαῦτα ἀντέγραψε τεκμηράμενος ὧδέ πῃ κεχαρισμένα βασιλεῖ δηλώσειν, καθότι καὶ αὐτὸς τὴν ἀρχὴν ἐν Νικαίᾳ ἐδοκίμασε γενέσθαι τὴν σύνοδον. δεξάμενος δὲ τὴν Βασιλείου ἐπιστολὴν τὰ μὲν πρῶτα προσέταξεν ἀρχομένου τοῦ θέρους συνελθεῖν αὐτοὺς εἰς Νίκαιαν, πλὴν εἰ μή τινες εἶεν τοῖς σώμασιν ἀσθενεῖς· ἐκπέμψαι δὲ τούτους ἀντὶ αὐτῶν, οὓς ἂν ἕλωνται πρεσβυτέρους ἢ διακόνους, ὥστε τὴν αὐτῶν γνώμην δηλῶσαι καὶ περὶ τῶν ἀμφιβόλων 4.16.17 βουλεύσασθαι καὶ κοινῇ περὶ πάντων ὁμοφρονῆσαι. δέκα δὲ ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τοσούτους ἀπὸ τῆς ἕω, οὓς ἂν κοινῇ γνώμῃ ἐπιλέξωνται οἱ συνιόντες, ἀφικέσθαι εἰς τὰ βασίλεια καὶ τὰ δόξαντα ἀφηγήσασθαι, ὥστε καὶ αὐτὸν συνιδεῖν, εἰ κατὰ τὰς ἱερὰς γραφὰς συνέβησαν ἀλλήλοις, καὶ περὶ 4.16.18 τῶν πρακτέων ὅπῃ ἂν ἄριστα δοκῇ ἐπιτελέσαι. μετὰ δὲ ταῦτα βουλευσάμενος προσέταξε πάντας ἔνθα ἂν διάγωσιν ἢ ἐν ταῖς ἰδίαις ἐκκλησίαις ἐπιμεῖναι, μέχρις ἂν ὁρισθείη τῇ συνόδῳ τόπος καὶ σημανθείη εἰς τοῦτον ἀφικέσθαι. γράφει δὲ τῷ Βασιλείῳ δι' ἐπιστολῶν πυθέσθαι πάντων τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ὅπῃ ἐπιτελεῖν τὴν σύνοδον προσῆκεν, ὥστε ἔαρος ἀρχομένου τοῦτο πᾶσι γενέσθαι δῆλον· ἐν Νικαίᾳ γὰρ ὡς κεκμηκότος τοῦ τῇδε 4.16.1 ἔθνους ὑπὸ σεισμῶν οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων παραγίνεται πρὸς βασιλέα Βασίλειος· διέτριβε δὲ τότε ἐν Σιρμίῳ. καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ' ἰδίας χρείας καὶ Μᾶρκον τὸν ᾿Αρεθούσιον καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς ᾿Αλεξ-4.16. ανδρέων ἐκκλησίας. δόξαν δὲ ἤδη ἐν Σελευκείᾳ τῆς ᾿Ισαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα (καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει) τῇ τῶν ᾿Ανομοίων αἱρέσει χαίροντες σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμον γραφήν τινα πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐ4.16.21 σίας οὐκ ἐνέκειτο ὄνομα. σπουδαζομένης δὲ τῆς συνόδου λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ ᾿Ακάκιον, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, ὡς τῶν πανταχῇ ἐπισκόπων οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς ᾿Αντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνει, καὶ ὡς, εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς ᾿Αετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν, κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως ἐν ᾿Αριμήνῳ