1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

82

ἀνέγνωσαν γραφήν. 4.17.10 καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι προγεγράφθαι ταύτης, ὡς ἐν 4.17.10 Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου ὑπατευόντων Εὐσεβίου καὶ ῾Υπατίου, ὥς που καὶ ᾿Αθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν, ἀίδιον δὲ λέγειν τὸν υἱὸν τοῦ θεοῦ παραιτεῖσθαι, καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων. 4.17.11 ᾿Επεὶ δὲ τάδε ἐν ᾿Αριμήνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσά-κιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει σπουδῇ πρὸς βασιλέα παρεγένοντο. 4.18.1 ῾Η δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη πρέσβεις ἀπέστειλεν· ἔγραψε δὲ δι' αὐτῶν τάδε μεταφρασθέντα ἐκ τῆς ῾Ρωμαίων φωνῆς· 4.18.2 «Τά τε ἐκ τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγ"7ματος δογματισθέντα γενέσθαι πιστεύομεν· εἰς γὰρ ᾿Αρίμηνον ἐκ πασῶν "7τῶν πρὸς δύσιν πόλεων ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα "7καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τὰ ἐναντία φρο"7νοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ πλεῖον διασκοποῦντες εὑρήκαμεν, "7ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται "7καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐκή"7ρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου καὶ τῆς σῆς ῥώσεως προστάτου, 4.18.3 "7ἵνα ταύτην κατασχόντες φυλάττωμεν μέχρι τέλους διατηροῦντες. ἄτο"7πον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλ"7λάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ "7σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα 4.18.4 "7διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας· ἥτις "7ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς ᾿Αρείου αἱρέσεως ὑπῆρξε, δι' ἧς οὐ μόνον "7αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ "7<τὸ> προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει· "7ὡς εἴπερ τι θάτερον γένηται, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ "7βούλονται. 4.18.5 "7῞Οθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ πάλαι μέτοχοί τε καὶ σύμβουλοι "7τοῦ ᾿Αρειανοῦ δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας "7χωρισθέντες ἀπεφάνθησαν· ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνεγνώ"7κεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς "7καὶ τὰ ἔγγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων "7φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν "7ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, "7συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν ῾Ρωμαίων ἐκκλησίας). 4.18.6 "7ἐγνωκότες ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ "7πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, "7ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην "7εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους "7ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς δὲ καὶ τοῦ δόγματος συγγραφέας "7τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν "7τῆς καθολικῆς ἅπαντα φρονοῦντες διαμεμενήκασιν. ὧν ὁ θεὸς τὴν πίστιν "7καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μεταδέδωκε διὰ τοῦ δεσπότου "7ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ "7τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν. 4.18.7 "7Πάλιν γοῦν <οἱ> ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολ"7μήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκάς τε ἑαυτοὺς ἀνήγγειλαν καὶ 4.18.8 "7ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν "7πρόσταγμα τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπά"7της ἐγύμνουν τὴν σκέψιν· ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέ"7ροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρείας