83
τοὺς συναλισκομένους εὑρόντες "7Γερμήνιον, Αὐξέντιον καὶ Γάιον τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας. 4.18. "7ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν· ὡς "7δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς αἱρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ' οἷς "7κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν "7ἕτερόν τι γράφειν. ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν "7ἐξελέγχων. 4.18.10 "7῞Ιν' οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ "7θόρυβος καλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα "7καὶ ἀμετακίνητα φυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας "7ἀποκεχωρίσθαι· δι' ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν "7ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς 4.18.11 "7μηνύσοντας. τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα "7τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ὡρισμένων· "7οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ, ὥσπερ ἔφησαν Οὐρσάκιος "7καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ "7εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ "7ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν ῾Ρωμαίων ἐκκλησίᾳ "7γενήσεται. 4.18.12 "7∆ιὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ "7γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μηδὲ πρὸς ὕβριν "7τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλὰ ἐάσῃς ἐμμέ"7νειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, "7οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πε"7ποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα τοῖς μὲν 4.18.13 "7πιστεύουσιν ἀπιστίαν ἐνεποίει, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν "7δὲ ἔτι ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, "7οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς "7τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων 4.18.14 "7ἀφωρισμένων αἱ ἐκκλησίαι διαμένωσιν. ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο "7δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, "7ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς "7τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν "7ἰδίων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, ἀλλ' ἵνα οἱ ἐπί"7σκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν "7ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν 4.18.15 "7ἡ θεότης σοὶ εἰς τὸ διηνεκὲς χαριεῖται. οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε "7ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ "7ἐξ αὐτῶν τῶν θείων γραμμάτων τὴν σὴν ἀναδιδάξουσι θειότητα.» 4.1.1 Τάδε μὲν τῶν ἐν ᾿Αριμήνῳ συνελθόντων τὰ γράμματα. οἱ δὲ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα φθάσαντες τοὺς παρ' αὐτῶν ἀποσταλέντας πρέσβεις ἐπέδειξαν τῷ βασιλεῖ τὴν γραφὴν ἣν ἀνέγνωσαν καὶ τὴν σύνοδον διέβαλλον. ὁ δὲ λυπηθεὶς ἴσως, ὅτι μὴ ταύτην προσεδέξαντο τὴν πίστιν ὡς καὶ αὐτοῦ παρόντος ἐν Σιρμίῳ βεβαιωθεῖσαν, τοὺς μὲν ἐν τιμῇ εἶχε, τῶν δὲ πρέσβεων 4.1.2 ἠμέλει καὶ τῇ προσεδρείᾳ ταλαιπωρούντων ὑπερεώρα. ὀψὲ δέ ποτε ἔγραψε τῇ συνόδῳ παραιτούμενος ὡς ἀναγκαία τις αὐτὸν ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδὸς καὶ διὰ τοῦτο τοὺς πρέσβεις ἰδεῖν οὐ δεδύνηται. ἐκέλευσε δὲ ἐν ᾿Αδριανουπόλει ἐπανιόντα αὐτὸν ἐπιμεῖναι, ἵν' ἐπειδὰν τὰ κοινὰ πράγματα διατεθείη καλῶς, ἐλεύθερος ὢν φροντίδων τὰ παρὰ τῶν πρέσβεων ἀκούσοι καὶ δοκιμάσοι· προσήκειν γὰρ τὸν περὶ τῶν θείων διαλαμβάνειν μέλλοντα καθαρὰν ἔχειν τῶν ἄλλων τὴν ψυχήν. 4.1.3 Καὶ ὁ μὲν τοιάδε ἔγραψε. πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. καὶ ἀντιβολεῖ μετ' εὐνοίας αὐτοὺς ἰδεῖν καὶ ὧν