84
ἐνετείλατο δι' αὐτῶν ἐπακοῦσαι καὶ τὰ γραφέντα ἀναγνῶναι· χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας· χρῆναι δέ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλη4.1.4 σίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν. τοιαῦτα γράψαντες καί, ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες ὀλίγον χρόνον ἐπέμειναν· ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις. ῾Ως μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν ᾿Αριμήνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα· ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσά4.1.5 κιον. διάφορος δὲ ὁ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. οἱ μὲν γάρ φασι πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ ᾿Αριμήνου τῶν ἐπισκόπων ἀποδημίαν ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν καὶ τὴν ἀναγνωσθεῖσαν ἐν ᾿Αριμήνῳ πίστιν ἐκδιδόναι, τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν 4.1.6 τῶν ἐκκλησιῶν, ἀντὶ δὲ τούτων ἑτέρους χειροτονεῖν. ἀδείας δὲ ἐντεῦθεν λαβομένους βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι, πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν καὶ πρῶτον Λιβέριον τὸν ῾Ρωμαίων ἐπίσκοπον. 4.1.7 ἐπεὶ δὲ τάδε τοῖς κατὰ τὴν ᾿Ιταλίαν ἔπραξαν, βουλεύσασθαι καὶ τὰς ἀνὰ τὴν ἕω ἐκκλησίας τὸν ἴσον διαθεῖναι τρόπον. διιόντας δὲ τὴν Θρᾴκην παραγενέσθαι εἰς Νίκην, πόλιν τοῦδε τοῦ ἔθνους, καὶ συνέδριον ἐνθάδε καθίσαντας τὴν ἀναγνωσθεῖσαν ἐν ᾿Αριμήνῳ γραφὴν εἰς ῾Ελλάδα μεταβαλεῖν φωνὴν καὶ δημοσιεύσαντας βεβαιῶσαι καὶ λογοποιεῖν ὡς ὑπὸ τῆς οἰκου4.1.8 μενικῆς συνόδου ἡ ἐν Νίκῃ πίστις ὑπηγορεύθη καὶ ἐδοξάσθη. ἐπίτηδες δὲ τάδε ἐν Νίκῃ πρᾶξαι καὶ ὧδε ἐπευφημῆσαι, ὥστε τοὺς ἁπλουστέρους ῥᾳδίως πείθεσθαι ταύτῃ τῇ πίστει συναινεῖν τῷ παραπλησίῳ τῶν ὀνομάτων ἀπατωμένους καὶ οἰομένους ταύτην εἶναι τὴν ἐν Νικαίᾳ βεβαιωθεῖσαν γρα4.1. φήν. ταῦτα μὲν ὧδε λέγουσιν. οἱ δέ φασιν, ὡς τῆς ἐν ᾿Αριμήνῳ συνόδου τῇ προσεδρείᾳ ταλαιπωρουμένης, ὡς τοῦ βασιλέως μήτε ἀποκρίσεως ἀξιοῦντος τοὺς ἐπισκόπους μήτε ἀναχωρεῖν συγχωροῦντος, οἱ ἀπὸ τῆς ἐναντίας αἱρέσεως σπουδασταὶ καθῆκάν τινας συμβουλεύοντας, ὡς οὐκ ἄξιον ἑνὸς ὀνόματος τοῦ τῆς οὐσίας ἕνεκα διαφέρεσθαι τοὺς πανταχοῦ ἱερέας, ἐξὸν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν λέγειν καὶ τὰς ἀφορμὰς τῆς ἔριδος ἀνελεῖν· ὡς τῶν ἀνὰ τὴν ἕω οὔποτε ἡσυχασόντων, εἰ μὴ τὸ τῆς οὐσίας ὄνομα περιαιρεθείη. τοιαῦτα δὲ κομψευομένων τῶν διαλλακτῶν πεισθῆναι τὴν σύνοδον 4.1.10 συναινέσαι τῇ σπουδασθείσῃ συγγραφῇ τοῖς ἀμφὶ τὸν Οὐρσάκιον. δείσαντας δὲ τούτους, μὴ παραγενόμενοι οἱ παρὰ τῆς συνόδου ἀποσταλέντες πρὸς βασιλέα πρέσβεις δήλην ποιήσωσι τῶν δυτικῶν ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἔνστασιν καὶ τὴν αἰτίαν τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως, ἐπισχεῖν τοὺς πρέσβεις ἐν Νίκῃ τῆς Θρᾴκης, διὰ χειμῶνα καὶ ταλαιπωρίαν τῶν δημοσίων 4.1.11 νωτοφόρων προφασισαμένους μὴ ῥᾳδίαν ἔσεσθαι τὴν ὁδοιπορίαν· πεῖσαι δὲ τὴν ἀναγνωσθεῖσαν παρ' αὐτῶν γραφὴν ἐκ τῆς ῾Ρωμαίων μεταφράσαι φωνῆς καὶ ῾Ελληνιστὶ συντεθεῖσαν ἐκπέμψαι τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις· οὕτω γὰρ συμβήσεσθαι τὴν μὲν γραφὴν κατορθοῦν αὐτοῖς τὸ σπουδαζόμενον κατὰ σκοπὸν συγκειμένην, μὴ φωραθήσεσθαι δὲ τὸν δόλον ἀπό<ντων> τῶν ἐλεγχόντων, ὡς οὐχ ἑκόντες οἱ ἐν ᾿Αριμήνῳ τοῦ ὀνόματος τῆς οὐσίας ἀπέστησαν, ἀλλὰ διὰ τὴν εἰς τοὺς ἀνατολικοὺς σκῆψιν ὡς ἀποστρεφομένους τὸ ὄνομα. 4.1.12 ὅπερ ψεῦδος περιφανῶς ἐτύγχανε· πάντες γὰρ πλὴν ὀλίγων καὶ κατ' οὐσίαν ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἰσχυρίζοντο· διεφέροντο δὲ μόνον οἱ μὲν ὁμοούσιον, οἱ δὲ ὁμοιούσιον τὸν υἱὸν ὀνομάζοντες. ταῦτα οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως ἐροῦσιν. 4..1 ᾿Εν ᾧ δὲ τὰ περὶ ᾿Ιταλίαν ὡς εἴρηται ἐγίνετο, πρὶν συστῆναι τὴν ἐν Σελευκείᾳ σύνοδον μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. οἱ μὲν γὰρ ἀμφὶ ᾿Ακάκιον καὶ Πατρόφιλον ἀφελόμενοι Μάξιμον τὴν