1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

85

῾Ιεροσολύμων ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν καὶ τὰς πέριξ πόλεις ἐτάραττεν † ὡς ἤρξατο χειροτονεῖν ὁ Μακάριος † συλλαμ4..2 βανομένους ἔχων ᾿Ελεύσιον καὶ Μαραθώνιον. ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ' αὐτὸν ἐκκλησίας καὶ σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐπίσκοπον Νικομηδέων κατέστησεν, ᾿Ελεύσιον δὲ Κυζίκου, οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. ἄμφω δέ φασιν ἀγαθὼ γενέσθαι τὸν βίον, σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζοντας, ἀλλ' οὐχ ἁπλῶς οὕτως ὡς 4..3 Μακεδόνιος. οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει καὶ δικασταῖς παρεδίδου, τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο, παῖδάς τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων ἐμυσταγώγει. οὐ μὴν ἀλλὰ καὶ πολλὰς πολλαχῇ ἐκκλησίας καθεῖλε βασιλέως πρόσταγμα προϊσχόμενος, καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους 4..4 οἴκους τῶν ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι ἰσχυριζομένων. ἐκ δὴ τοιαύτης αἰτίας καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. ἡνίκα δὴ λέγεται τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι· ἴσως δὲ καὶ οἱ ἀπὸ τῆς καθόλου 4..5 ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο. ἐπιταττόντων γὰρ οἷς τοῦτο προστέτακτο λύειν τοῦτον τὸν οἶκον πανοικὶ συνελθόντες οἱ μὲν τὰς ὕλας κατέβαλλον, οἱ δὲ εἰς τὰς ἀντιπέραν Συκὰς μετεκόμιζον· καὶ ἐν τάχει πέρας ἡ σπουδὴ ἔσχεν· ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες· ἕκαστος γὰρ ὡς αὐτῷ θεῷ τὸ ἔργον προσφέρων ὑπερφυῶς προὐθυμεῖτο· ὑπὸ τοιαύτῃ δὲ σπουδῇ τὸν ἴσον τρόπον ἥδε ἡ ἐκκλησία ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος ᾿Αναστασία ὠνόμασται. 4..6 τελευτήσαντος γὰρ Κωνσταντίου διαδεξάμενος ᾿Ιουλιανὸς τὴν βασιλείαν τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι ἐπέτρεψεν. ὃ καὶ ἐγένετο τοῦ λαοῦ προθύμως συλλαβομένου καὶ τὰς αὐτὰς ὕλας ἐκ 4..7 τῶν Συκῶν μετακομίσαντος. καὶ τὰ μὲν ὕστερον ὧδε ἔσχεν. ἐν δὲ τῷ τότε μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ἡνώθησαν· ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες καὶ κοινῇ ἐλαυνόμενοι καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες εὖνοι ἀλλήλοις ἦσαν καὶ εἰς ταὐτὸν συνῄεσάν τε καὶ συνηύχοντο· τοῖς γὰρ ἀπὸ τῆς καθόλου ἐκκλησίας εὐκτήριος οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν τὰ ᾿Αρείου φρονούντων ἀφῄρηντο· καὶ ὡς εἰκὸς ἐκ τῆς συνεχοῦς ὁμιλίας μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι κοινωνεῖν ἀλλή4..8 λοις ἐβουλεύοντο. καὶ δὴ τοῦτ' ἐγεγόνει, εἰ μὴ βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν. 4.21.1 Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ ᾿Ελεύσιος τὴν ἐν Κυζίκῳ ἐκκλησίαν 4.21.1 Ναυατιανῶν ἄρδην καθεῖλε. τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα μετέσχον οἱ Μαντίνειον οἰκοῦντες καὶ ἄλλοι Παφλαγόνες. μαθὼν γὰρ Μακεδόνιος τοὺς πλείους ἐνθάδε τὰ Ναυάτου φρονεῖν μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς ἐκκλησιαστικοὺς ἀπελαύνειν ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν στρατιωτῶν ἐκπέμψαι τούτου χάριν. ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις ὅπλων, εἰ ὁπλίτας θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν μεταθήσεσθαι. 4.21.2 τὸ δὲ ἄλλως ἀπέβη. οἱ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι δρεπάνοις τε καὶ πελέκεσι καὶ ἄλλως ᾗ ἔτυχεν ἕκαστος σφᾶς ὁπλίσαντες συνέμιξαν τοῖς στρατιώταις. καρτερᾶς δὲ μάχης γενομένης πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες. ἐντεῦθεν ὡς τηλικούτων συμφο4.21.3 ρῶν αἴτιον ὄντα Μακεδόνιον πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν· ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε· Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο Μακεδόνιος ἑτέρωθι μεταφέρειν· ἠπείλει γὰρ πτῶσιν ὁ 4.21.4 ταύτην καλύπτων