86
οἶκος. τοῦ δὲ λαοῦ οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν, οἱ δὲ ἀντεῖχον ἀνόσιον εἶναι ἡγούμενοι καὶ τῷ ἀνορύττειν ὅμοιον. συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι καὶ Μακεδονίῳ οἶμαι ἐναντίοι εἶναι σπουδάζοντες. ἀλλ' ὁ μὲν μηδὲν μελλήσας μετεκόμισε τὴν θήκην εἰς τὴν ἐκκλησίαν ἐν ᾗ ᾿Ακακίου τοῦ μάρτυρός ἐστιν ὁ 4.21.5 τάφος. τὸ δὲ πλῆθος οἱ μὲν τὸ γεγονὸς ἐπαινοῦντες, οἱ δὲ μεμφόμενοι κατ' αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν. καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ φόνων ἐνέπλησαν. 4.21.6 ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τάδε μαθὼν ἐχαλέπαινε καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων ἐπῃτιᾶτο Μακεδόνιον καὶ δι' ὀργῆς εἶχε· βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν εἴχετο τῆς ὁδοῦ. μετακαλεσάμενος δὲ ᾿Ιουλιανὸν τὸν ἀνεψιὸν Καίσαρα κατέστησε καὶ εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. 4.22.1 ᾿Εν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες εἰς Σελεύκειαν τὴν παρὰ ᾿Ισαύροις συνῆλθον· ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐ4.22.2 σέβιός τε καὶ ῾Υπάτιος. συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος, ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ' αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πύστιν. παρῆν δὲ καὶ Λαυράκιος ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμών, εἴ τι δέοι παρασκευάσων· ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμμα. 4.22.3 κατὰ δὲ τὸν πρῶτον σύλλογον ἀπολιμπάνονται ἕτεροί τινες ἐπίσκοποι καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ Βασίλειος ὁ ᾿Αγκύρας. πρόφασις δὲ γέγονε τοῖς μὲν ἄλλοις ἄλλη, Πατρο-φίλῳ δὲ ὀφθαλμία καὶ Μακεδονίῳ νόσος· ὑπόνοια δὲ ἦν, ὡς δεδιότες ἐγκλή4.22.4 ματα κατηγόρων οὐ παρεγένοντο τότε. παραιτουμένων δὲ τῶν ἄλλων διὰ τὴν τούτων ἀπουσίαν ἐξετάζειν τὰ ἀμφίβολα καὶ οὕτως ἐκέλευσε Λεωνᾶς τὰς ζητήσεις κινεῖν. ἐντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς, ὧν ἦν Κύριλλος ῾Ιεροσολύ4.22.5 μων καὶ Εὐστάθιος ὁ Σεβαστείας, ἀναγκαῖον ἔλεγον. πρόφασιν δὲ αὐτοῖς καὶ βασιλέως ἐδίδου γράμματα, πῇ μὲν τοῦτο πῇ δὲ ἐκεῖνο δηλοῦντα. ἐκ ταύτης δὲ τῆς ἔριδος ἀρξάμενοι οὐκέτι ὑγιῶς πρὸς ἀλλήλους εἶχον, ἀλλ' εἰς δύο διῃρέθησαν. ἐκράτει δὲ ὅμως πρότερον περὶ τοῦ δόγματος τὴν διάλεξιν ποιεῖσθαι. 4.22.6 ἐπεὶ δὲ εἰς τοὺς τοιούτους καθίσταντο λόγους, τοῖς μὲν ἐδόκει παντελῶς τὸ τῆς οὐσίας ἀνελεῖν ὄνομα προϊσχομένοις τὴν πίστιν, ἣν οὐ πρὸ πολλοῦ κατὰ τὸ Σίρμιον ὁ Μᾶρκος συνέθηκε, κατεδέξαντο δὲ οἱ παρατυχόντες ἐν τῷ στρατοπέδῳ, μεθ' ὧν ἦν καὶ Βασίλειος ὁ τῆς ᾿Αγκύρας ἐπίσκοπος· τοῖς δὲ πλείοσιν ἐσπουδάζετο ἡ ἐκτεθεῖσα πίστις ἐπὶ τῇ τελεσιουργίᾳ τῆς ᾿Αντιοχέων 4.22.7 ἐκκλησίας. προΐσταντο δὲ μάλιστα τῆς προτέρας γνώμης Εὐδόξιος καὶ ᾿Ακάκιος καὶ Πατρόφιλος καὶ Γεώργιος ὁ ᾿Αλεξανδρείας καὶ Οὐράνιος ὁ Τύρου καὶ ἕτεροι τριάκοντα δύο, τῆς δὲ δευτέρας Γεώργιος ὁ Λαοδικείας τῆς Συρίας καὶ ᾿Ελεύσιος ὁ Κυζίκου καὶ Σωφρόνιος ὁ Πομπηιουπόλεως 4.22.8 τῆς Παφλαγόνων, οἷς οἱ πλείους εἵποντο. ὑπενοοῦντο δὲ οἱ ἀμφὶ ᾿Ακάκιον ἐπίτηδες πρὸς τοὺς ἄλλους περὶ τὸ δόγμα διαφέρεσθαι καὶ προφάσει ταύτῃ τὰς κατ' αὐτῶν εὐθύνας ἀναιρεῖν· καθότι πρὶν δι' ὧν ἔγραψαν Μακεδονίῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ συνομολογήσαντες κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ τῆς αὐτῆς οὐσίας, ἀνέδην νῦν ἀπεμάχοντο 4.22. ταῖς προτέραις ὁμολογίαις. ἐριστικῶς δὲ πολλῶν κινηθέντων οὐκ ἀνεκτὸν εἶναι ἀνεβόησε Σιλβανὸς ὁ Ταρσοῦ ἐπίσκοπος καινὴν ἑτέρας πίστεως ἐπεισάγειν γραφὴν παρὰ τὴν ἐν ᾿Αντιοχείᾳ δοκιμασθεῖσαν· ταύτην δὲ μόνην χρῆναι 4.22.10 κρατεῖν. ἐπὶ τούτῳ δὲ χαλεπῶς ἐνεγκόντες οἱ ἀμφὶ ᾿Ακάκιον ἐξανέστησαν· οἱ δὲ ἕτεροι τότε μὲν ἀνέγνωσαν τὰ ἐν ᾿Αντιοχείᾳ δόξαντα, τῇ δὲ ὑστεραίᾳ εἰσελθόντες