90
πρόσταξιν ἅ γε αὐτῷ ἐδόκει πρᾶξαι, ῾Ερμογένει δὲ τῷ ὑπάρχῳ καὶ τῷ ἡγουμένῳ Συρίας ἔγραψε, τίνας τε καὶ ὅποι χρὴ μετοικισθῆναι, καὶ τοῦ βασιλέως μετακαλεσαμένου τούτους ἀπὸ τῆς ὑπερορίας οὐ συνεχώρησεν 4.24.6 ἄρχουσι καὶ ἱερεῦσιν ἐναντιούμενος. προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε καί, κοινωνῶν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ, γράφων διέβαλλεν αὐτοὺς πρὸς τοὺς τῆς ᾿Αφρικῆς ἐπισκόπους, ἐγκαλούμενός τε ἠρνεῖτο καὶ ἐπιώρκει καὶ φωραθεὶς ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν, καὶ διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο ᾿Ιλλυριοῖς καὶ ᾿Ιταλοῖς καὶ ῎Αφροις καὶ τῶν περὶ τὴν ῾Ρωμαίων ἐκκλησίαν συμβάντων,4.24.7 δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης, καὶ ἄνδρα ἐπὶ γοητείαις ἁλόντα αἰσχρῶς τε βεβιωκότα οὐδὲ νόμῳ γάμου γυναικὶ συνοικοῦντα ἐβάπτισέ τε καὶ διακονίας ἠξίωσε, περιοδευτὴν 4.24.8 δὲ φόνων αἴτιον γενόμενον οὐκ ἐχώρισε τῆς ἐκκλησίας, καὶ ὅτι γε παρὰ τὴν ἱερὰν τράπεζαν συνωμοσίας ἐποιεῖτο, ἀρώμενός τε καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων· εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν, ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως 4.24. ἐποιοῦντο· Εὐσταθίου δὲ πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ Εὐλάλιος ὁ πατὴρ καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας Καισαρείας, μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου ὑπὸ συνόδου ἀκοινώνητος ἐγένετο καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωσθείς, ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε καὶ πράττων καὶ φρονῶν ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων, ἐπὶ δὲ τῆς ἐν ᾿Αντιοχείᾳ συνόδου ἐπιορκίας ἥλω· καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ δόξαντα τοῖς ἐν Μελιτινῇ συνελθοῦσι καὶ πλείστοις ἐγκλήμασιν ἔνοχος ὢν δικαστὴς ἠξίου 4.24.10 εἶναι καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει. ᾿Ελεύσιον δὲ καθεῖλον ὡς ῾Ηράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε ῾Ηρακλέος γενόμενον, ἐπὶ γοητείᾳ γραφέντα καὶ ζητητέον ὄντα καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα διακονίας θεοῦ ἀπερισκέπτως ἠξίωσε Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε, καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας 4.24.11 κατεγνωσμένους, εἰς Κύζικον ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως. ῾Εορτάσιον δὲ καθεῖλον ὡς ἐπίσκοπον Σάρδεων γενόμενον μὴ συναινεσάντων τῶν ἐν Λυδίᾳ ἐπισκόπων, ∆ρακόντιον δὲ τὸν Περγάμου ὡς πρότερον ἐν Γαλατίᾳ ἐπισκοποῦντα· καὶ ὡς παράνομον τὴν ἐφ' ἑκατέρῳ χειροτονίαν 4.24.12 ἔλυσαν. ἐπὶ τούτοις αὖθις συνελθόντες καθαιροῦσι Σιλβανὸν τὸν Ταρσοῦ ἐπίσκοπον καὶ Σωφρόνιον τὸν Πομπηιουπόλεως τῆς Παφλαγόνων, ᾿Ελπίδιόν τε τὸν Σατάλων καὶ Νέωνα τὸν ἐν Σελευκείᾳ τῆς ᾿Ισαυρίας. 4.24.13 καθεῖλον δὲ Σιλβανὸν ὡς ἀρχηγὸν γενόμενον ἀπονοίας τοῖς ἄλλοις ἔν τε Σελευκείᾳ καὶ Κωνσταντινουπόλει καὶ Θεόφιλον προστήσαντα τῆς ἐν Κασταβάλοις ἐκκλησίας, ᾿Ελευθερουπόλεως ἐπίσκοπον χειροτονηθέντα πρότερον παρὰ τῶν ἐπισκόπων Παλαιστίνης καὶ ἐπομοσάμενον παρὰ γνώμην ἑτέραν μὴ 4.24.14 ὑπεισιέναι ἐπισκοπήν, Σωφρόνιον δὲ ὡς πλεονεκτεῖν καὶ καπηλεύειν ἐπιχειροῦντα τὰ προσφερόμενα τῇ ἐκκλησίᾳ καὶ μετὰ κλῆσιν πρώτην καὶ δευτέραν, ἐπειδὴ μόλις ἀπήντησε, μὴ ἐθελήσαντα παρ' αὐτοῖς ἀπολογήσασθαι 4.24.15 πρὸς τὰ ἐγκλήματα, ἀλλὰ τοὺς ἔξωθεν αἱρεῖσθαι δικαστάς, Νέωνα δὲ ὡς ἐπὶ τῆς ἰδίας ἐκκλησίας σπουδάσαντα ᾿Αννιανὸν χειροτονηθῆναι ᾿Αν-τιοχέων ἐπίσκοπον καὶ ἀπείρους τινὰς ἱερῶν γραφῶν καὶ θεσμῶν ἐκκλησίας ἀπερισκέπτως πολιτευομένους ὄντας ἐπισκόπους καταστήσαντα, οἳ μετὰ ταῦτα χρημάτων κτῆσιν τῆς ἱερωσύνης προὐτίμησαν καὶ ἐγγράφως εἵλοντο