1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

93

᾿Αντιοχείας οἰκήτορας καὶ τὰς πέριξ πόλεις, καὶ μάλιστα τοὺς καλουμένους Εὐσταθιανούς, οἳ κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὰ περὶ θεοῦ ἐδόξαζον. ἔμελλον δὲ 4.28.5 παρὰ πολὺ τῆς ἐλπίδος ἀποτεύξεσθαι. ἐπεὶ γὰρ ἧκεν εἰς ᾿Αντιόχειαν, λέγεται δῆμος πολὺς συνελθεῖν τῶν τὰ ᾿Αρείου φρονούντων καὶ Παυλίνῳ κοινωνούντων, οἱ μὲν ἱστορήσοντες τὸν ἄνδρα, ὅτι πολὺ κλέος ἦν αὐτοῦ καὶ πρὸ τῆς παρουσίας, οἱ δὲ μαθησόμενοι τί ἄρα ἐρεῖ καὶ τίσιν ἐπιψηφίζεται. ἤδη γὰρ φήμη διεφοίτα ἐπαινέτην αὐτὸν εἶναι τοῦ δόγματος τῶν ἐν Νικαίᾳ 4.28.6 συνελθόντων· καὶ τὸ ἀποβὰν ἔδειξε. τὴν μὲν γὰρ ἀρχὴν τοὺς καλουμένους ἠθικοὺς λόγους δημοσίᾳ ἐδίδασκε, τελευτῶν δὲ ἀναφανδὸν τῆς αὐτῆς οὐσίας εἶναι <τῷ πατρὶ> τὸν υἱὸν ἀπεφήνατο. λέγεται δὲ προσδραμὼν ὁ ἀρχιδιάκονος, ὃς τότε ἦν τοῦ ἐνθάδε κλήρου, ἔτι τοῦτο λέγοντος ἐπιβαλὼν τὴν χεῖρα, 4.28.7 ἔβυσεν αὐτοῦ τὸ στόμα. ὁ δὲ τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ τὴν γνώμην κατεσήμαινε, καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταὐτὸν δὲ πάλιν τούτους συνέλεγε καὶ τὸν ἕνα ὤρθου, τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν, ἅπερ ἐφρόνει καὶ λέγειν ἐπείχετο. ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρός, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο καὶ διεμαρτύρετο τοὺς ἀκούοντας ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦν4.28.8 τας. ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδόν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονικία ἦν ἀμφοτέρων μονονουχὶ παγκρατίῳ ἐμφερής, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ καὶ 4.28. ἔχαιρον καὶ ἀνεπήδων, οἱ δὲ ᾿Αρείου κατηφεῖς ἦσαν. ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον ἐχαλέπαινον καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν· καὶ πάλιν μετεκαλοῦντο ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον καὶ τἀναντία δοξάζοντα. μὴ μεταθέμενον δὲ τῆς γνώμης ἐκβάλλεσθαι 4.28.10 τῆς ἐκκλησίας καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς. ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν ᾿Αντιοχέων θρόνον Εὐζώιος, ὃς ἅμα ᾿Αρείῳ πρό-τερον ἤδη καθῄρητο· οἱ δὲ Μελετίου ἐπαινέται ἀποτεμόμενοι σφᾶς τῶν τὰ ᾿Αρείου φρονούντων ἰδίᾳ ἐκκλησίαζον· οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν υἱὸν τῷ πατρὶ δοξάζοντες παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς ᾿Αρειανῶν ἐπισκόπων χειροτονηθέντος καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν 4.28.11 ἑπομένων αὐτῷ. καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο καίπερ ὁμοίως φρονοῦντες· ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν ἧκεν εἰς ᾿Αντιόχειαν. 4.2.1 Οἱ δὲ ἀμφὶ ᾿Ακάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο· συνελθόντες <δὲ> εἰς ᾿Αντιόχειαν ἅμα ὀλίγοις τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο, καὶ τῆς ἀναγνωσθείσης ἐν ᾿Αριμήνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα, καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι εἰσηγοῦντο, ὡς ἐξ 4.2.2 ἀρχῆς ᾿Αρείῳ ἐδόκει. συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ ᾿Αετίου φρο-νοῦντες, ὃς μετὰ ῎Αρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες 4.2.3 ᾿Ανόμοιοι καὶ ᾿Εξουκόντιοι. πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως θεὸν ἐκ θεοῦ τὸν υἱὸν συνομολογοῦντες ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν, ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε· «τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ», πάντων δὲ εἶναι καὶ τὸν υἱόν. καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο «κατὰ τὰς θείας γραφάς». καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ 4.2.4 ἐσοφίζοντο. τελευτῶντες δέ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν