95
Κωνσταντινούπολιν ἐλθὼν 5.1.8 αὐτοκράτωρ ἀνηγορεύθη. οἱ δὲ ῞Ελληνες ἐλογοποίουν, ὡς καὶ πρὸ τοῦ Γαλάτας ἀπολιπεῖν αὐτὸν μαντικὴ καὶ δαίμονες ἐπὶ ταύτην τὴν ἐκστρατείαν αὐτὸν ἐκίνησαν, τὸν Κωνσταντίου θάνατον προμηνύσαντες καὶ τὴν τῶν πραγμάτων μεταβολήν. ἦν δὲ ἄρα πιθανὸν πρόγνωσιν ταῦτα καλεῖν, εἰ μὴ καὶ αὐτὸν ὅσον οὔπω τὸ τοῦ βίου τέλος ἔφθασεν, ὡς ἐν ὀνείρῳ τῆς βασιλείας 5.1. γευσάμενον. εὔηθες γὰρ οἶμαι λέγειν, ὡς διὰ τῆς μαντικῆς προϊδὼν τὴν αὐτόματον Κωνσταντίου τελευτὴν καὶ τὴν αὐτοῦ παρὰ Πέρσαις σφαγήν, ἑκοντὴς εἰς προὖπτον ἥλατο θάνατον, αὐτῷ μὲν οὐδὲν ὅτι μὴ ἀβουλίας καὶ ἀμαθοῦς στρατηγίας προσάψαντα δόξαν παρὰ πολλοῖς, τῇ δὲ ῾Ρωμαίων ὑπηκόῳ τοσοῦτον ἐπαγαγόντα κίνδυνον, ὡς μικροῦ πᾶσαν ἢ τὸ πλεῖστον αὐτῆς κινδυνεῦσαι ὑπὸ Πέρσαις γενέσθαι. ἀλλὰ ταῦτα μέν, ἵνα μὴ παραλελεῖφθαι δόξῃ, ὧδε εἰρήσθω ἡμῖν, καὶ ὅπῃ ἕκαστος βούλεται, ταύτῃ ἡγείσθω. 5.2.1 Κωνσταντίου δὲ τελευτήσαντος εἰς δέος διωγμῶν ἡ ἐκκλησία καθίστατο· καὶ φοβερωτέραν τῆς πείρας τὴν προσδοκίαν ἐποιεῖτο τοῖς Χριστιανοῖς ὅ τε διὰ μέσου πολὺς χρόνος, ἀήθεις αὐτοὺς καταστήσας τῶν τοιούτων κινδύνων, καὶ τῶν πάλαι τιμωριῶν ἡ ἀνάμνησις καὶ τὸ τοῦ κρατοῦντος περὶ τὸ δόγμα 5.2.2 μῖσος. λέγεται γὰρ εὐθὺς περιφανῶς οὕτως ἀνέδην ἀπαρνήσασθαι τὴν εἰς τὸν Χριστὸν πίστιν, ὡς θυσίαις τισὶ καὶ ἐπικλήσεσιν, ἃς ἀποτροπαίους ῞Ελληνες καλοῦσι, καὶ αἵματι σφαγίων τὴν καθ' ἡμᾶς βάπτισιν ἀπονίψασθαι, τῇ μυήσει τῆς ἐκκλησίας ἀποταξάμενον, καὶ τὸ ἐξ ἐκείνου ἰδίᾳ τε καὶ δημοσίᾳ ἐντόμοις καὶ ἱερείοις καὶ τοῖς ὅσα θέμις ἐστὶν ἀδεῶς ῞Ελλησι 5.2.3 χρῆσθαι. ποτὲ γοῦν αὐτῷ θυομένῳ λόγος ἀναδειχθῆναι σταυροῦ σημεῖον ἐν τοῖς σπλάγχνοις στεφάνῳ κυκλούμενον, καὶ τοὺς μὲν ἄλλους κοινωνοὺς τῆς μαντείας εἰς δέος ἐμβαλεῖν, συμβάλλοντας ἐντεῦθεν τὴν μετὰ ταῦτα τῆς θρησκείας ἰσχὺν καὶ τοῦ δόγματος τὸ ἀίδιον, καθότι ὁ στέφανος, ᾧ περιείληπτο, νίκης τε σημαντικόν ἐστι καὶ τῇ περιόδῳ τοῦ κύκλου πάντοθεν 5.2.4 ἀρχόμενος καὶ εἰς ἑαυτὸν λήγων οὐδαμοῦ περαιοῦται. ὅ γε μὴν ἀρχηγὸς τῆς περὶ ταῦτα διαγνώσεως θαρρεῖν ἐκέλευσεν, ὡς αἰσίων καὶ κατὰ γνώμην αὐτοῖς τῶν σφαγίων ἀναδεικνυμένων καὶ περικλειόντων τὸ τοῦ δόγματος σύμβολον καὶ εἰς ταὐτὸν συνωθούντων, ὥστε μὴ πλατύνεσθαι καὶ ἀδεῶς χωρεῖν ἐφ' οὓς βούλεται, ὅρον ἔχον τὴν τοῦ κύκλου περιγραφήν. 5.2.5 ᾿Επυθόμην δὲ ὡς καὶ τῶν φοβερῶν καὶ ἐπισημοτάτων ἀδύτων εἴς τι κατῄει, τελετῆς τινος ἢ μαντείας χάριν· ἐξαπίνης δὲ προσβαλλόντων αὐτῷ τῶν ἐπὶ τούτοις μεμηχανημένων καὶ γοητείαις παραγινομένων φασμάτων, ὑπὸ θορύβου καὶ δέους τῶν παρόντων ἐπιλαθόμενος (ὀψὲ γὰρ τῆς ἡλικίας ἐπὶ ταύτην ἦλθε τὴν μάθησιν) ἔλαθεν ὑπὸ τῆς προτέρας συνηθείας, οἷά γε Χριστιανὸς ἐν ἀπόροις κινδύνοις περιληφθείς, τῷ συμβόλῳ τοῦ Χριστοῦ 5.2.6 κατασημάνας ἑαυτόν. αὐτίκα τε φροῦδα τὰ φάσματα ἐγένετο, καὶ τὸ σπουδαζόμενον ἐμπεπόδιστο. ἀπορούμενος δὲ περὶ τούτου ὁ μυσταγωγός, ἐπειδὴ ἔγνω τὸ αἴτιον τῆς φυγῆς τῶν δαιμόνων, ἄγος τὸ γεγονὸς ἀποκαλέσας, καὶ ἀνδρεῖον εἶναι καὶ μηδὲν πρᾶξαι ἢ ἐννοῆσαι Χριστιανικὸν παρακελευσάμενος, ἔδοξε καλῶς λέγειν· καὶ παρασκευασάμενος αὖθις ἐπὶ τὴν τελετὴν αὐτὸν ἦγεν. 5.2.7 Οὐ μετρίως οὖν ἐλύπει τοὺς Χριστιανοὺς καὶ περιδεεῖς ἐποίει ἡ περὶ ταῦτα σπουδὴ τοῦ βασιλέως, καὶ μάλιστα ὅτι Χριστιανὸς ἦν πρότερον. εὐλαβῶν γὰρ περὶ τὴν θρησκείαν πατέρων γενόμενος ἐκ νέου ἐμυήθη κατὰ τὸν θεσμὸν τῆς ἐκκλησίας καὶ τὰς ἱερὰς γραφὰς ἐπαιδεύθη καὶ ὑπὸ ἐπισκό5.2.8 ποις καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἐτράφη. γέγονε μὲν γὰρ αὐτῷ καὶ Γάλλῳ πατὴρ Κωνστάντιος, ὁμοπάτριος ἀδελφὸς Κωνσταντίνου τοῦ βασιλεύσαντος καὶ ∆αλματίου, οὗ παῖς ὁμώνυμος Καῖσαρ ἀναδειχθεὶς ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν μετὰ τὴν Κωνσταντίνου τελευτήν· ὀρφανοὶ δὲ πατρὸς 5.2. γενόμενοι καὶ αὐτοὶ τότε ∆αλματίῳ συναπολέσθαι ἐκινδύνευσαν. ἐξείλετο δὲ τῆς ἐπιβουλῆς Γάλλον μὲν ὅτι νοσῶν ἔτυχε καὶ ὅσον οὔπω αὐτομάτως τεθνήξεσθαι