1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

97

αὑτόν. μετακαλεσάμενος δὲ αὐτὸν ἐνθένδε Κωνστάντιος Καίσαρα κατέστησε· κατεγγυήσας τε αὐτῷ πρὸς γάμον Κωνσταντίαν τὴν αὐτοῦ ἀδελφήν, ἐπὶ τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. οἱ γὰρ βάρβαροι, οὓς αὐτὸς πρώην κατὰ Μαγνεντίου εἰς συμμαχίαν ἐμισθώσατο, 5.2.21 οὐδὲν ὄφελος εἰς τοῦτο γενόμενοι τοὺς Γαλάτας ἐδῄουν. ἐπεὶ δὲ ἔτι νέος ἦν, τοῖς ἑπομένοις αὐτῷ στρατηγοῖς τὰ πρακτέα ἐπέτρεψε. τῶν δὲ ῥαθυμούντων αὐτὸς ὡς ἐνῆν ὁ Καῖσαρ τοῦ πολέμου προενόει καὶ τοὺς στρατιώτας προθυμοτέρους περὶ τὴν μάχην κατέστησεν, ἄλλως τε παρακινδυνεύειν προτρέπων καὶ ῥητὸν μισθὸν τάξας ἑκάστῳ βάρβαρον ἀναιροῦντι. κεχαρισμένος δὲ τοῖς στρατιώταις ἐντεῦθεν γενόμενος ἐδήλωσε Κωνσταντίῳ τὴν τῶν στρα5.2.22 τηγῶν ῥᾳστώνην. ἀποσταλέντος δὲ ἑτέρου συμβαλὼν τοῖς βαρβάροις καλῶς ἔπραξε. τῶν δὲ περὶ σπονδῶν πρεσβευομένων καὶ ἐπιστολὰς Κωνσταντίου προϊσχομένων μετακαλουμένου σφᾶς ἐπὶ τὴν ῾Ρωμαίων γῆν, ἐπίτηδες ἀποπέμψαι μελλήσας τὸν τάδε πρεσβευόμενον, ἀδοκήτως τῷ πλήθει τῶν πολεμίων ἐπελθὼν ἐνίκησε. λέγεται δὲ Κωνστάντιον ἐπιβουλεύοντα αὐτῷ τοῦτον ἐπιτρέψαι τὸν πόλεμον. ἐμοὶ δὲ οὐ πιθανὸν τοῦτο εἶναι δοκεῖ. 5.2.23 ᾧ γὰρ ἐξῆν μηδὲ Καίσαρα τὴν ἀρχὴν ποιεῖν αὐτόν, τί καὶ ἐποίει καὶ τὴν ἀδελφὴν ἐδίδου γαμετήν, καὶ μεμφομένῳ περὶ τῶν ῥαθύμων στρατηγῶν ὑπήκουε καὶ σπουδαῖον ἀντὶ τούτων ἐξαπέστειλεν, ὅπως κατορθώσῃ τὸν πόλεμον, εἰ μὴ φίλος ἐτύγχανεν; ἀλλ' ὡς συμβάλλω, τὴν μὲν ἀρχὴν εὔνους ὢν αὐτῷ Κωνστάντιος Καίσαρα κατέστησεν· ἐπεὶ δὲ παρὰ γνώμην αὐτοῦ Σεβαστὸς ἀνεκηρύχθη, ἢ δεδιὼς ἀνθ' ὧν αὐτὸν καὶ τὸν ἀδελφὸν νέους ὄντας ἠδίκησεν, ἢ φθονῶν, ὡς εἰκός, ἐπὶ τῇ ὁμοίᾳ τιμῇ, ἐπεβούλευεν αὐτῷ διὰ τῶν πρὸς τῷ ῾Ρήνῳ βαρβάρων. ἀλλὰ τάδε μὲν ἄλλοις ἄλλως δοκεῖ. 5.3.1 ᾿Επεὶ δὲ μόνος εἰς τὴν βασιλείαν κατέστη, καὶ ἀνὰ τὴν ἕω τοὺς ῾Ελληνικοὺς ναοὺς ἀνέῳξε καὶ τοὺς ἠμελημένους ἐπισκευάζεσθαι, τοὺς δὲ καταλυθέντας ἀνανεοῦσθαι, καὶ τοὺς βωμοὺς ἀνίστασθαι προσέταξε· καὶ πολλοὺς αὐτοῖς ἐξηῦρε φόρους· ἔθη τε παλαιὰ καὶ τὰ πάτρια τῶν πόλεων καὶ τὰς 5.3.2 θυσίας ἀνενέωσεν. αὐτός τε ἀναφανδὸν δημοσίᾳ ἔθυεν καὶ ἔσπενδε καὶ τοὺς περὶ ταῦτα σπουδάζοντας ἐν πολλῇ τιμῇ ἐποιεῖτο· μύσταις τε καὶ ἱερεῦσιν, ἱεροφάνταις τε καὶ τοῖς τῶν ξοάνων θεραπευταῖς τὰς παλαιὰς τιμὰς ἀπέδωκε· καὶ τὰ παρὰ τῶν πρόσθεν βασιλέων νενομοθετημένα ἐπ' αὐτοῖς ἐκύρωσεν, λειτουργιῶν τε καὶ τῶν ἄλλων ὧν πρὶν εἶχον τὴν ἀτέλειαν ἐπεψηφίσατο, καὶ τὰ ἀφαιρεθέντα τῶν νεωκόρων σιτηρέσια ἀπέδωκε. καὶ καθαροῖς εἶναι ἀπὸ τροφῶν διεκελεύετο καὶ ὅσων ἀπέχεσθαι προσῆκε τόν, ὡς 5.3.3 ῞Ελληνες λέγουσιν, ἁγιστεύειν προῃρημένον. προσέταξε δὲ καὶ τὸν πῆχυν τοῦ Νείλου καὶ τὰ σύμβολα κατὰ τὰ παλαιὰ πάτρια κομίζεσθαι πρὸς τὸν 5.3.4 Σάραπιν· κατὰ πρόσταξιν γὰρ Κωνσταντίνου τῇ ἐκκλησίᾳ προσεφέρετο. τῷ δὲ κοινῷ τῶν πόλεων πολλάκις ἔγραφεν, εἰ μὲν πρὸς ῾Ελληνισμὸν τετραμμένας ἔγνω, προτρέπων αἰτεῖν ἃς βούλονται δωρεάς, ταῖς δὲ χριστιανιζούσαις περιφανῶς ἀπηχθάνετο, μήτε ἐπιδημεῖν αὐταῖς ἀνεχόμενος μήτε πρεσβευομένων 5.3.5 περὶ τῶν λυπούντων τὰς πρεσβείας δεχόμενος. ἀμέλει τοι προσδοκωμένων τότε Περσῶν ἐπιστρατεύειν, πρεσβευομένοις περὶ τούτου Νισιβηνοῖς ὡς παντελῶς χριστιανίζουσι καὶ μήτε τοὺς ναοὺς ἀνοίγουσι μήτε εἰς τὰ ἱερὰ φοιτῶσιν ἠπείλησε μὴ βοηθεῖν μήτε πρεσβείαν δέχεσθαι καὶ ὡς ἐναγοῦς τῆς αὐτῶν πόλεως μὴ ἐπιβήσεσθαι πρότερον, εἰ μὴ πύθοιτο εἰς ῾Ελληνισμὸν 5.3.6 μεταβαλόντας. παραπλήσια δὲ καὶ τοῖς ἐν Παλαιστίνῃ Κωνσταντιεῦσι ἐγκαλῶν προσένειμε Γαζαίοις τὴν αὐτῶν πόλιν. ταύτην γὰρ τὴν Κωνστάντειαν, ὡς ἐκ τῶν πρόσθεν ἔγνωμεν, ἐπίνειον Γαζαίων οὖσαν καὶ Μαϊουμᾶν προσαγορευομένην, μαθὼν Κωνσταντῖνος ἐς τὰ μάλιστα τὴν Χριστιανῶν θρησκείαν πρεσβεύειν, ἀξίᾳ πόλεως ἐτίμησε καὶ Κωνσταντίῳ τῷ παιδὶ ἐπωνόμασε καὶ καθ' ἑαυτὴν πολιτεύεσθαι διετάξατο, λογισάμενος ἄδικον εἶναι 5.3.7 τελεῖν ὑπὸ Γαζαίοις εἰσάγαν