98
ἑλληνίζουσιν. ἐπεὶ δὲ εἰς τὴν βασιλείαν παρῆλθεν ᾿Ιουλιανός, δίκην ἔλαχον οἱ Γαζαῖοι τοῖς Κωνσταντιεῦσι. καὶ δικαστὴς καθίσας αὐτὸς προσένειμεν Γάζῃ τὴν Κωνστάντειαν, ἀμφὶ τοὺς εἴκοσι σταδίους διεστῶσαν· καὶ τὸ ἐξ ἐκείνου τῆς προτέρας ἀφαιρεθεῖσα 5.3.8 προσηγορίας παραθαλάττιον μέρος τῆς Γαζαίων πόλεως ὀνομάζεται. κοινοὶ δὲ αὐτοῖς πολιτικοὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ δημόσια πράγματα. μόνα δὲ τὰ περὶ τὴν ἐκκλησίαν εἰσέτι καὶ νῦν δύο πόλεις δείκνυσιν· ἑκατέρα γὰρ ἰδίᾳ ἐπίσκοπον καὶ κλῆρον ἔχει καὶ πανηγύρεις μαρτύρων καὶ μνείας τῶν παρ' αὐτοῖς γενομένων ἱερέων καὶ ὅρους τῶν πέριξ ἀγρῶν, οἷς τὰ 5.3. ἀνήκοντα ἑκατέρᾳ ἐπισκοπῇ θυσιαστήρια διορίζεται. τῶν οὖν καθ' ἡμᾶς ἐπισκόπων τις τῆς Γαζαίων πόλεως, τετελευτηκότος τοῦ προεστῶτος τῆς Μαϊουμιτῶν ἐκκλησίας, ἐσπούδασεν ἀμφοτέρους τοὺς κλήρους ὑφ' ἑαυτὸν ποιῆσαι, μὴ θεμιτὸν εἶναι λέγων μιᾶς πόλεως δύο ἐπισκόπους προεστάναι. ἀντειπόντων δὲ τῶν Μαϊουμιτῶν διέγνω ἡ τοῦ ἔθνους σύνοδος καὶ ἕτερον ἐχειροτόνησεν ἐπίσκοπον, πάντως που προσήκειν δοκιμάσασα τοὺς δι' εὐσέβειαν δικαίων πόλεως ἀξιωθέντας, διὰ δὲ κρίσιν ῾Ελληνιστοῦ βασιλέως ἄλλως πράξαντας, ἐν ἱερωσύναις καὶ τάξει ἐκκλησιῶν μὴ χρῆναι ἀφαιρεῖσθαι τῶν δοθέντων γερῶν. ἀλλὰ ταῦτα μὲν ὕστερον ὧδε ἀπέβη. 5.4.1 Περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ τὴν πρὸς τῷ ᾿Αργαίῳ Καισάρειαν, μεγάλην καὶ εὐδαίμονα καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεὺς καὶ τῆς ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου Καίσαρος, Μάζακα τὸ 5.4.2 πρὶν ὀνομαζομένη. ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας ὡς πανδημεὶ χριστιανίζοντας καὶ πάλαι καθελόντας τοὺς παρ' αὐτοῖς νεὼς πολιούχου ∆ιὸς καὶ πατρῴου ᾿Απόλλωνος· ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνε5.4.3 τράπη, δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει καὶ ἐδυσφόρει. καὶ ῞Ελληνας μέν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο ὡς μὴ ἐπαμύναντας καί, εἰ 5.4.4 παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης ὑπομείναντας. πάντα δὲ τὰ κτήματα καὶ τὰ χρήματα τῶν ἐν Καισαρείᾳ καὶ ὑπὸ τοὺς αὐτῆς ὅρους ἐκκλησιῶν, ἐρευνώμενα μετὰ βασάνων, εἰς μέσον φέρεσθαι προσέταξεν, αὐτίκα δὲ τριακοσίας λίτρας χρυσοῦ τῷ ταμιείῳ ἐκτῖσαι, κληρικοὺς δὲ πάντας ἐγγραφῆναι τῷ καταλόγῳ τῶν ὑπὸ τὸν ἄρχοντα τοῦ ἔθνους στρατιωτῶν, ὃ δαπανηρὸν εἶναι σφόδρα καὶ ἐπονείδιστον ἐν ταῖς τῶν ῾Ρωμαίων στρατιαῖς 5.4.5 νομίζεται, τὸ δὲ πλῆθος τῶν Χριστιανῶν σὺν γυναιξὶ καὶ παισὶ ἀπο5.4.5 γράψασθαι καὶ καθάπερ ἐν ταῖς κώμαις φόρους τελεῖν· ἐνορκῶν δὲ ἠπείλησεν ὡς, εἰ μὴ τάχος τὰ ἱερὰ ἀνεγείρωσιν, οὐ παύσεται μηνιῶν καὶ κακῶς ποιῶν τὴν πόλιν, καὶ οὐδὲ τὰς κεφαλὰς συγχωρήσει τοὺς Γαλιλαίους ἔχειν (ὧδε γὰρ ἐπιτωθάζων καλεῖν εἰώθει τοὺς Χριστιανούς). 5.4.6 ᾿Εξέβη δ' ἂν ἴσως εἰς ἔργον ἡ ἀπειλή, εἰ μὴ θᾶττον ἐτελεύτησεν. ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐκ ἐλεῶν τοὺς Χριστιανοὺς φιλανθρωπότερος ἐφάνη τῶν πρόσθεν διωξάντων τὴν ἐκκλησίαν, ἀλλ' ἐκ τῶν φθασάντων εὑρὼν οὐδὲν ὄφελος εἶναι τιμωριῶν εἰς σύστασιν ῾Ελληνισμοῦ, ταύτῃ δὲ μάλιστα τὰ Χριστιανῶν ηὐξῆσθαι καὶ ἐνδοξότερα γεγενῆσθαι τῇ ἀνδρείᾳ τῶν διὰ τὸ 5.4.7 δόγμα ἀποθανεῖν ἑλομένων. ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ μὲν <χρῆσθαι> ἢ σιδήρῳ ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς ἢ τῷ καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης, λόγῳ δὲ καὶ παραινέσει πείθειν ἡγεῖτο τὰ πλήθη εἰς ῾Ελληνισμὸν μεταβαλεῖν, καὶ τοῦ σκοποῦ περιέσεσθαι ῥᾳδίως, εἰ βιάζεσθαι μὴ ἀξιώσας ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς. 5.4.8 Λέγεται γοῦν θυομένῳ αὐτῷ ἐν τῷ Κωνσταντινουπόλεως Τυχείῳ προσελθόντα Μάριν τὸν Χαλκηδόνος ἐπίσκοπον ἀσεβῆ τε δημοσίᾳ ὑβρίσαι καὶ ἄθεον καὶ ἀποστάτην προσειπεῖν· τὸν δὲ μόνην αὐτῷ ὀνειδίσαι τὴν τύφλωσιν· ὑπὸ χειραγωγῷ γὰρ