100
τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο. 5.6.1 ᾿Εν δὲ τῷ τότε καὶ ᾿Αθανάσιος τὸν πρὸ τοῦ χρόνον λανθάνων ὅπῃ διέτριβεν, ἀγγελθείσης τῆς Κωνσταντίου τελευτῆς ἀνεφάνη νύκτωρ ἐν τῇ ᾿Αλεξανδρέων ἐκκλησίᾳ. ἦν δὲ τοῦτο εἰκότως παράδοξον, ἐξαπίνης ὧδε παρὰ προσδοκίαν συμβάν. ἡνίκα γὰρ ἐξ ἐπιβουλῆς τῶν Γεωργίου ἐπιτηδείων προστάξαντος τοῦ βασιλέως σπουδάσας αὐτὸν συλλαβέσθαι ὁ τῶν ἐν Αἰγύπτῳ ταγμάτων ἡγεμὼν ἀπέτυχεν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, διαφυγὼν μέχρι τῆς παρούσης ἡγεμονίας παρά τινα παρθένον ἱερὰν ἐν ᾿Αλεξ5.6.2 ανδρείᾳ ἐκρύπτετο. ἣν ἐπὶ τοσοῦτον κάλλει τὰς τότε γυναῖκας ὑπερβαλέσθαι παρειλήφαμεν, ὡς θαῦμα μὲν αὐτὴν εἶναι τοῖς ὁρῶσι, φευκτέαν δὲ τοῖς ἐπιείκειαν καὶ σωφροσύνην ἐπαγγελλομένοις, ἵνα μή τινα ψόγον ἐξ ὑπονοίας αὐτοῖς προστρίψηται. ἦν γὰρ καὶ ἐν ἀκμῇ τῆς ὥρας σεμνή τε καὶ σώφρων εἰσάγαν, ἃ μηδὲ τῆς φύσεως συλλαμβανούσης διακοσμεῖν εἴωθε τὸ σῶμα εἰς 5.6.3 εὐπρέπειαν καὶ κάλλος. ἦ γὰρ ἀληθὲς εἰπεῖν οὐχ, ὥς τισι δοκεῖ, ὁποῖα τὰ σώματα, τοιαύτην εἶναι τὴν ψυχήν, ἀλλ' ἐν τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἀπεικονίζεσθαι τὸ τοῦ σώματος ἦθος, καὶ τὸν αὐτόν, ὅπῃ ἂν τύχῃ ἐπιτηδεύων, τοιοῦτον καὶ διαφαίνεσθαι καθ' ὃν ἂν ἐπιτηδεύῃ καιρόν· καὶ τούτῳ μὲν 5.6.4 τῷ λόγῳ, εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδεὶς οἶμαι ἀντερεῖ. ᾿Αθανάσιον δὲ λόγος κατὰ θείαν ὄψιν ὡδὶ ὑποθεμένην αὐτῷ σωθήσεσθαι πρὸς ταύτην τὴν παρθένον καταφυγεῖν. καί μοι δοκεῖ πρὸς τὴν ἀπόβασιν ὁρῶντι οὐκ ἀθεεὶ ταῦτα οἰκονομηθῆναι, ἀλλ' ὥστε καὶ τοὺς ᾿Αθανασίου ἐπιτηδείους μὴ ἔχειν πράγματα, εἴ τις αὐτοὺς πολυπραγμονεῖν περὶ αὐτοῦ ἐπεχείρησεν ἢ ὀμνύναι ἐβιάσατο, καὶ αὐτὸν διαλαθεῖν παρὰ ταύτῃ κρυπτόμενον, ἣ τῷ μὲν κάλλει 5.6.5 οὐ συνεχώρει ὑπονοεῖσθαι ἐνθάδε διάγειν τὸν ἱερέα, δι' ἀνδρείαν δὲ αὐτὸν ὑπεδέξατο καὶ διὰ φρόνησιν ἀπέσωσεν, ἐπὶ τοσοῦτον πιστοτάτη φύλαξ καὶ διάκονος σπουδαία γενομένη, ὡς πόδας αὐτοῦ νίπτειν καὶ τὰ περὶ τροφὴν καὶ τἆλλα πάντα, καὶ ὅσα φύσις ὑπομένειν βιάζεται ἐν ταῖς κατεπειγούσαις χρείαις, μόνην αὐτὴν διακονεῖσθαι, προσέτι δὲ καὶ βίβλους ὧν ἐδεῖτο παρ' ἄλλων κομίζειν, καὶ ἐπὶ πολλῷ χρόνῳ τούτων γινομένων μηδένα τῶν οἰκούντων τὴν ᾿Αλεξανδρέων πόλιν μαθεῖν. 5.7.1 ῾Ο μὲν οὖν ᾿Αθανάσιος ὧδε διασωθείς, ἀπροσδοκήτως ἐν τῇ ἐκκλησίᾳ φανείς, οὐδ' ὅθεν προῆλθεν ἐγιγνώσκετο· περιχαρὴς δὲ γενόμενος ὁ τῶν ᾿Αλεξανδρέων λαὸς τὰς ἐκκλησίας αὐτῷ παρέδωκεν. ἐκβληθέντες δὲ οἱ τὰ ᾿Αρείου φρονοῦντες ἐν ἰδιωτῶν οἰκίαις καθ' ἑαυτοὺς ἐκκλησίαζον Λούκιον 5.7.2 ἀντὶ Γεωργίου τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπον προβαλλόμενοι. Γεώργιος γὰρ ἔτυχεν ἤδη ἀναιρεθείς· ἅμα γὰρ δημοσίᾳ δῆλον ἐποίησαν οἱ ἄρχοντες τετελευτηκέναι Κωνστάντιον, αὐτοκράτορα δὲ ᾿Ιουλιανὸν εἶναι, ἐστασίασε τὸ ῾Ελληνικὸν πλῆθος τῶν ᾿Αλεξανδρέων· κεκραγότες τε καὶ λοιδορούμενοι ὥρ-μησαν ἐπ' αὐτὸν ὡς παραχρῆμα ἀναιρήσοντες, ἀνακοπέντες δὲ τῆς παραυτίκα 5.7.3 ὁρμῆς τότε μὲν αὐτὸν ἐν δεσμοῖς εἶχον. οὐκ εἰς μακρὰν δὲ καταδραμόντες ἕωθεν εἰς τὸ δεσμωτήριον ἀναιροῦσιν αὐτόν, καὶ καμήλῳ ἐπιθέντες, διημερεύσαντές τε ἐν ταῖς κατ' αὐτοῦ ὕβρεσι, περὶ δείλην ὀψίαν πυρὶ παρέδωκαν. 5.7.4 οὐκ ἀγνοῶ δὲ ὡς οἱ ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως τάδε λέγουσι παθεῖν τὸν Γεώργιον πρὸς τῶν τοῦ ᾿Αθανασίου σπουδαστῶν. ἐγὼ δὲ τῶν ῾Ελληνιστῶν ἡγοῦμαι μᾶλλον εἶναι τὸ δρᾶμα, λογιζόμενος ὡς μείζους οὗτοι καὶ πλείους ἀφορμὰς μίσους πρὸς αὐτὸν εἶχον, καὶ μάλιστα τὴν περὶ τὰ ξόανα καὶ τοὺς ναοὺς ὕβριν καὶ τὴν τῶν θυσιῶν καὶ πατρίων κώλυσιν. ἐπέτεινε δὲ τὴν πρὸς αὐτὸν ἀπέχθειαν καὶ ἡ ἐν τοῖς βασιλείοις δύναμις· καὶ οἷα φιλεῖ δῆμος πρὸς τοὺς 5.7.5 ἐν δυνάμει πάσχειν, οὐκ ἀνεκτὸν ἡγοῦντο. πρὸς δὲ τούτοις καὶ τοιόνδε τότε συνέβη περὶ τὸ καλούμενον παρ' αὐτοῖς Μίθριον· τοῦτον γὰρ τὸν τόπον ἔρημον πάλαι γενόμενον ἐδωρήσατο Κωνστάντιος τῇ ᾿Αλεξανδρέων ἐκκλη5.7.6 σίᾳ. Γεωργίου δὲ εἰς ἐπισκευὴν εὐκτηρίου οἴκου ἀνακαθαίροντος, ἄδυτον ἀνεφάνη, ἐν ᾧ