1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

101

ξόανα μὲν ἴσως καὶ ὄργανά τινα εὑρέθη τῶν ἐνθάδε τότε μυούντων ἢ τελουμένων, ἃ τοῖς ὁρῶσι γελοῖά τε καὶ ξένα ἐδόκει. δημοσίᾳ δὲ ταῦτα προθέντες οἱ Χριστιανοὶ ἐπόμπευον ἐπιτωθάζοντες τοῖς ῾Ελλη5.7.7 νισταῖς. οἱ δὲ πλῆθος εἰς ταὐτὸν συλλεγέντες ἐπῆλθον τοῖς Χριστιανοῖς, οἱ μὲν ξίφεσιν ἢ λίθοις, οἱ δὲ ἑτέρῳ τῳ ὡς ἔτυχεν ὁπλισάμενοι· καὶ πολλοὺς ἀνελόντες, τοὺς δὲ καὶ σταυρώσαντες ἐφ' ὕβρει τῆς θρησκείας, τραυματίας τοὺς πλείστους κατέστησαν. ἐκ δὲ τούτου Χριστιανοὶ μὲν τὸ ἀρχθὲν ἔργον ἀτελὲς ἐγκατέλιπον, οἱ δὲ ῾Ελληνισταὶ ἐπιλαβούσης τῆς ᾿Ιουλιανοῦ βασιλείας 5.7.8 τὸν Γεώργιον ἀνεῖλον. μαρτυρεῖ δὲ καὶ βασιλεὺς αὐτὸς τοῦθ' οὕτως ἔχειν. ὅπερ οὐκ ἂν ὡμολόγησεν, εἰ μὴ ὑπὸ τῆς ἀληθείας ἐβιάσθη· ἤθελε γάρ, οἶμαι, Χριστιανοὺς οἱουσδήποτε ἢ ῞Ελληνας εἶναι τοὺς Γεωργίου φονέας. ἀλλ' ὅμως οὐκ ἀπεκρύψατο· φαίνεται γοῦν ἐν τῇ περὶ τούτου πρὸς 5.7. ᾿Αλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν. μέχρι δὲ γραμμάτων μόνον ἐμέμψατο καὶ τὴν τιμωρίαν συνεχώρησεν, αἰδοῖ, φησί, τῇ πρὸς Σάραπιν τὸν αὐτῶν πολιοῦχον καὶ ᾿Αλέξανδρον τὸν οἰκιστὴν καὶ ᾿Ιουλιανὸν τὸν αὐτοῦ θεῖον, ὃς πρὸ τούτου Αἰγύπτου καὶ τῆς ᾿Αλεξανδρείας ἦρξεν, ἀνὴρ ἐς τὰ μάλιστα ῾Ελληνισμῷ χαίρων καὶ τοὺς Χριστιανοὺς ὑπερφυῶς μισῶν, ὡς τό γε κατ' αὐτόν, ὑπεναντίον τῆς τοῦ κρατοῦντος γνώμης, καὶ μέχρις αἵματος κακῶς παθεῖν τοὺς Χριστιανούς. 5.8.1 Λέγεται γοῦν σπουδάζοντος αὐτοῦ τότε ἀφελέσθαι καὶ εἰς τοὺς βασιλέως μεταθέσθαι θησαυροὺς πλεῖστα ὄντα καὶ τιμιώτατα τὰ ἀναθήματα τῆς ᾿Αντιοχέων Σύρων ἐκκλησίας καὶ τοὺς εὐκτηρίους τόπους ἀποκλεῖσαι, φυγεῖν μὲν πάντας τοὺς κληρικούς, μόνον δὲ Θεοδώρητον τὸν πρεσβύτερον μὴ ὑποχωρῆσαι τῆς πόλεως· ὃν ὡς φύλακα τῶν κειμηλίων τὴν τούτων γνῶσιν καταμηνῦσαι δυνάμενον συλλαβὼν δεινῶς ᾐκίσατο· καὶ τὸ τελευταῖον ἀναιρεθῆναι ξίφει προσέταξε, παρὰ πᾶσαν τὴν βάσανον ἀνδρείως ἀποκρινάμενον 5.8.2 καὶ ἐν ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις εὐδοκιμηκότα. ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληίσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους ἐπετώθασε, καὶ βλασφημήσας ὅσα γε ἠβούλετο τὸν Χριστὸν ἐκάθισεν ἐπ' αὐτῶν καὶ τὴν ὕβριν ἐπηύξησεν. αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη· κατασαπεῖσαί τε αἱ τῇδε σάρκες εἰς σκώληκας μετέβαλον, καὶ τὸ 5.8.3 πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης. καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει διὰ παντοδαπῆς φαρμάκων πείρας ἐληλύθεσαν· πολυτίμους τε καὶ πίονας ὄρνεις θύοντες, τῷ τούτων λίπει τὰ διεφθορότα μόρια ἐπέπλαττον καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας. ἀλλ' οὐδὲν ἤνυον· ἐν βάθει γὰρ κατακρυπτόμενοι πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἐσότε αὐτὸν 5.8.4 ἀνεῖλον, οὐ διέλιπον κείροντες. ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ ὁ τῶν βασιλικῶν ταμιείων φύλαξ καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες. 5..1 ᾿Επεὶ δὲ εἰς τοῦτο προήχθην λόγου καὶ τὴν Γεωργίου καὶ Θεοδωρήτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν· οὓς Χριστιανοὺς ὄντας κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος οἴκοι κρυπτομένους συνελάβοντο καὶ δεσμωτη5..2 ρίῳ τὰ πρῶτα παρέδοσαν καὶ ἐμαστίγωσαν. ἔπειτα συνελθόντες εἰς τὸ θέατρον πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ ῾Ελληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. ἐν δὲ τῷ κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ' αὐτῶν 5..3 φόνον ἐνεπλήσθησαν θυμοῦ. καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον· καὶ ἐξαγαγόντες αὐτοὺς ὠμότατα διεχρήσαντο πῇ μὲν πρηνεῖς, πῇ δὲ ὑπτίους ἕλκοντες καὶ τῷ ἐδάφει προσρηγνύντες καὶ ᾗ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ 5..4 ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν. ἐπυθόμην δὲ αὖ, ὡς καὶ αἱ γυναῖκες ἐκ τῶν ἱστῶν