1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

103

τῷ τοὺς τόπους ἀμείβειν ἐσπούδαζεν ἄδηλος εἶναι καὶ τὴν κρατοῦσαν περὶ αὐτοῦ δόξαν δια5.10.4 λύειν ταῖς συχναῖς μετοικήσεσι. τὸ δὴ τελευταῖον παραπλέων τὴν Κύπρον κατῆρεν εἰς Πάφον. προτραπείς τε παρὰ τοῦ τότε Κυπρίων ἐπισκόπου ἠγάπησε τὴν ἐνθάδε διατριβὴν καὶ περὶ Χάρυβριν, χωρίον οὕτως ἐπονομαζόμενον, ἐφιλοσόφει. τοῦ μὲν οὖν μὴ μαρτυρῆσαι τὸν ἄνδρα τοῦτον αἴτιον ἡ φυγή· ἔφυγε δέ, καθότι πρόσταγμά ἐστιν ἱερὸν μὴ περιμένειν τοὺς διώκοντας, εἰ δὲ ληφθεῖεν διωκόμενοι, ἀνδρείους γίνεσθαι καὶ κρείττους τῆς τῶν διωκόντων ἀνάγκης. 5.10.5 Οὐ παρὰ μόνοις δὲ Γαζαίοις καὶ ᾿Αλεξανδρεῦσι τὰ εἰρημένα κατὰ τῶν Χριστιανῶν ἐτολμήθη· φαίνονται δὲ καὶ τούτους ὠμότητος ὑπερβολῇ νενικηκότες οἱ τὴν πρὸς τῷ Λιβάνῳ ῾Ηλιούπολιν καὶ τὴν ᾿Αρέθουσαν τῆς Συρίας 5.10.6 οἰκοῦντες. οἱ μὲν γάρ (ἄπιστον δὲ καὶ λέγειν εἰ μή τινες τῶν κατ' ἐκεῖνο καιροῦ γεγονότων ἀνήγγειλαν) παρθένους ἱερὰς ἀήθεις ὁρᾶσθαι παρὰ πλήθους, δημοσίᾳ γυμνὰς ἐσθῆτος ἵστασθαι κατηνάγκασαν εἰς κοινὸν τῶν βουλομένων θέατρόν τε καὶ ὕβριν· ἐμπαροινήσαντες δὲ πρότερον ᾗ ἑδόκει τὸ τελευταῖον ἀνέκειραν αὐτάς· καὶ διχῇ ἀνατεμόντες, ἐπὶ τὴν βρῶσιν τῶν ἐγκάτων προσεκαλοῦντο τοὺς χοίρους, συνήθει τούτοις τροφῇ ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ὥστε μὴ ῥᾳδίως τοὺς ὗς διακρίνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἰωθυίας τροφῆς ὀρεγομένους καὶ τὰ ἀνδρόμεα κρέα σπαράττειν. 5.10.7 ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς ῾Ηλιουπολίτας τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον. ὁ γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν ῾Ηλιουπόλει τῆς ᾿Αφροδίτης νεών, τότε πρῶτον παρ' αὐτοῖς ἐκκλησίαν ἐδείματο, καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας. 5.10.8 ᾿Αρεθούσιοι δὲ Μᾶρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιάν τε καὶ βίον αἰδέσιμον, ἐλεεινῶς διεχειρίσαντο. τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον· προθυμότερον γὰρ ἢ κατὰ πειθὼ Κωνσταντίου βασιλεύοντος τοὺς ῾Ελληνιστὰς εἰς Χριστιανισμὸν ἐπανῆγε καὶ τὸν παρ' αὐτοῖς 5.10. σεμνότατον καὶ πολυτελέστατον νεὼν καθεῖλεν. ἐπεὶ δὲ μετέπεσεν εἰς ᾿Ιουλιανὸν ἡ ἀρχή, κεκινημένον ἐπ' αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς ἢ τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτῖσαι ἢ τοῦτον ἀνοικοδομῆσαι, λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ καὶ 5.10.10 ἄλλως ἀθέμιτον τὸ δεύτερον, μή τί γε δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα· μαθὼν δὲ δι' αὐτὸν κινδυνεύειν πολλούς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς καὶ ἐθελοντὴς ὅ τι 5.10.11 βούλοιντο αὐτὸν δρᾶν τῷ πλήθει προσήγαγεν. οἱ δὲ ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες πᾶς ὁ δῆμος ἐπ' αὐτὸν ἐχώρησε· καὶ διὰ τῶν ἀγυιῶν εἷλκον ὠθοῦντες καὶ τίλλοντες καὶ ᾗ ἔτυχε τῶν μελῶν ἕκαστος παίοντες· ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ καὶ πάσῃ ἡλικίᾳ μετὰ προθυμίας καὶ ὀργῆς, ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν· παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα, καὶ μετεωρίζοντες αὐτὸν καὶ πρὸς ἑαυτὸν κυλίοντες ἀντέπεμπόν τε καὶ ἀντεδέχοντο ταῖς γραφίσι 5.10.12 καὶ ἀφειδῶς κατεκέντουν. ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν καὶ σαργάνῃ ἐμβαλόντες (πλέγμα δὲ τοῦτο ὁλόσχοινον) εἰς ὕψος ἦραν. ἡνίκα δὴ λέγεται σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν πρὸς τοὺς ᾿Αρεθουσίους εἰπεῖν, ὡς αὐτὸς μὲν ὑψηλὸς εἴη, τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι 5.10.13 τὰ μετὰ ταῦτα. λόγος δὲ τὸν τότε ὕπαρχον, ῾Ελληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μᾶρκον τῆς ἐγκρατείας