1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

108

ὑπολαβὼν δὲ τὸν Χριστιανισμὸν τὴν σύστασιν ἔχειν ἐκ τοῦ βίου καὶ τῆς πολιτείας τῶν αὐτὸν μετιόντων, διενοεῖτο πανταχῇ τοὺς ῾Ελληνικοὺς ναοὺς τῇ παρασκευῇ καὶ τῇ τάξει τῆς Χριστιανῶν θρησκείας διακοσμεῖν, βήμασί τε καὶ προεδρίαις καὶ ῾Ελληνικῶν δογμάτων καὶ παραινέσεων διδασκάλοις τε καὶ ἀναγνώσταις, ὡρῶν τε ῥητῶν καὶ ἡμερῶν τεταγμέναις εὐχαῖς, φροντιστηρίοις τε ἀνδρῶν καὶ γυναικῶν φιλοσοφεῖν ἐγνωκότων καὶ καταγωγίοις ξένων καὶ πτωχῶν καὶ τῇ ἄλλῃ περὶ τοὺς 5.16.3 δεομένους φιλανθρωπίᾳ τὸ ῾Ελληνικὸν δόγμα σεμνῦναι, ἑκουσίων τε καὶ ἀκουσίων ἁμαρτημάτων κατὰ τὴν τῶν Χριστιανῶν παράδοσιν ἐκ μεταμελείας σύμμετρον τάξαι σωφρονισμόν· οὐχ ἥκιστα δὲ ζηλῶσαι λέγεται τὰ συνθήματα τῶν ἐπισκοπικῶν γραμμάτων, οἷς ἔθος ἀμοιβαδὸν τοὺς ξένους ὅποι δή ποτε διιόντας, καὶ παρ' οἷς ἂν ἀφίκωνται, πάντως κατάγεσθαι καὶ θεραπείας ἀξιοῦσθαι οἷά γε γνωρίμους καὶ φιλαιτάτους διὰ τὴν τοῦ συμ5.16.4 βόλου μαρτυρίαν. ταῦτα διανοούμενος ἐσπούδαζε τοὺς ῾Ελληνιστὰς προσεθίζειν τοῖς τῶν Χριστιανῶν ἐπιτηδεύμασιν. ἀλλ' ἐπειδὴ τοῖς πολλοῖς ἴσως ἀπίθανον εἶναι τοῦτο δοκεῖ, οὐκ ἄλλοθεν ἢ ἀπ' αὐτῶν τῶν τοῦ βασιλέως ῥημάτων παρέξομαι τῶν εἰρημένων τὴν ἀπόδειξιν. γράφει γὰρ ὧδε· 5.16.5 «᾿Επιστολὴ ᾿Ιουλιανοῦ βασιλέως ᾿Αρσακίῳ ἀρχιερεῖ Γαλατίας. "7<῾Ο> ῾Ελληνισμὸς οὔπω πράττει κατὰ λόγον ἡμῶν ἕνεκα τῶν μετιόντων "7αὐτόν· τὰ γὰρ τῶν θεῶν λαμπρὰ καὶ μεγάλα καὶ κρείττονα πάσης μὲν εὐχῆς, "7πάσης δὲ ἐλπίδος (ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν ᾿Αδράστεια)· τὴν γὰρ ἐν "7ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν οὐδὲ εὔξασθαί τις ὀλίγῳ πρότερον 5.16.6 "7ἐτόλμα. τί οὖν; ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν, οὐδὲ ἀποβλέπομεν, ὡς "7μάλιστα τὴν ἀθεότητα συνηύξησεν ἡ περὶ τοὺς ξένους φιλανθρωπία καὶ "7ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια καὶ ἡ πεπλασμένη σεμνότης κατὰ "7τὸν βίον; ὧν ἕκαστον οἴομαι χρῆναι παρ' ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. 5.16.7 "7καὶ οὐκ ἀπόχρη τὸ σὲ μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς οἳ "7περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς· οὓς ἢ δυσώπησον, ἢ πεῖσον εἶναι σπουδαίους, "7ἢ τῆς ἱερατικῆς λειτουργίας ἀπόστησον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν "7καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλ' ἀνέχοιντο τῶν οἰκετῶν ἢ <τῶν> "7υἱέων ἢ τῶν Γαλιλαίων γαμετῶν ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα 5.16.8 "7δὲ θεοσεβείας προτιμώντων. ἔπειτα παραίνεσον ἱερέα μήτε θεάτρῳ "7παραβάλλειν μήτε ἐν καπηλείῳ πίνειν ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς "7καὶ ἐπονειδίστου προΐστασθαι· καὶ τοὺς μὲν πειθομένους τίμα, τοὺς δὲ "7ἀπειθοῦντας ἐξώθει. 5.16. "7Ξενοδοχεῖα καθ' ἑκάστην πόλιν κατάστησον πυκνά, ἵν' ἀπολαύσωσιν "7οἱ ξένοι τῆς παρ' ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ 5.16.10 "7τῶν ἄλλων ὅστις ἂν δεηθῇ. χρημάτων δ' ὅθεν εὐπορήσεις, ἐπινενόηταί "7μοι τέως. ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν "7Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου καὶ ἑξακισμυρίους οἴνου ξέστας· ὧν τὸ "7πέμπτον μὲν εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν ἐξυπηρετουμένους ἀνα"7λίσκεσθαί φημι χρῆναι, τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέ5.16.11 "7μεσθαι παρ' ἡμῶν. αἰσχρὸν γάρ, εἰ τῶν μὲν ᾿Ιουδαίων οὐδὲ εἷς μεταιτεῖ, "7τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους, 5.16.12 "7οἱ δὲ ἡμέτεροι τῆς παρ' ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνοιντο. δίδασκε "7δὲ καὶ συνεισφέρειν τοὺς ῾Ελληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας, καὶ "7τὰς ῾Ελληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν, καὶ τοὺς "7῾Ελληνικοὺς ταῖς τοιαύταις εὐποιίαις προσέθιζε, διδάσκων αὐτοὺς ὡς τοῦτο "7πάλαι ἦν ἡμέτερον ἔργον. ῞Ομηρος γοῦν αὐτὸ πεποίηκεν Εὔμαιον λέγοντα· "7ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι, "7ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ ∆ιός εἰσιν ἅπαντες "7ξεῖνοί τε πτωχοί τε· δόσις δ' ὀλίγη τε φίλη τε. "7μὴ δὴ τὰ παρ' ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις ξυγχωροῦντες αὐτοὶ τῇ "7ῥαθυμίᾳ καταισχύνωμεν, μᾶλλον δὲ