1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

109

καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς 5.16.13 "7εὐλάβειαν. εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης "7ἔσομαι. "7Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς "7ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, "7ἀλλ' ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω "7δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς 5.16.14 "7τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης. ἄρχεις γὰρ αὐτός, "7ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. καὶ οἱ μὲν "7πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου "7δοξοκόποι εἰσὶ καὶ κενόδοξοι. 5.16.15 "7Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων "7καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς <οὐ> μόνον οὐκ ἄμεμπτοι, "7ἀλλά, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ' ἡμῶν ἀπολαύσωσι δυσμενείας. "7οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἐλεαίρειν "7ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν. "7πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ' ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ "7τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.» 5.17.1 ῾Ο μὲν δὴ βασιλεὺς τοιαῦτα ποιῶν καὶ γράφων ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν τοῦ δόγματος. καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας οὔτε πείθειν παντελῶς οἷός τε ἦν περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς ῾Ελληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικόν, τὸ μὲν δι' ἑαυτοῦ, τὸ δὲ διὰ τῶν 5.17.2 ἀρχόντων ἐπαγόμενος. ἀτεχνῶς δὲ διὰ πάντων ἑλληνίζειν προσεθίζων μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα τὸ κορυφαῖον τῶν ῾Ρωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν 5.17.3 εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν. ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ ∆ία μὲν οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα, ῎Αρεα δὲ καὶ τὸν ῾Ερμῆν εἰς αὐτὸν βλέποντας καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός. 5.17.4 ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς ῾Ελληνικὸν ὁρᾷ σέβας παρεμμίγνυσθαι ταῖς εἰκόσιν, ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς λεληθότως 5.17.5 προσκυνεῖν τοῖς συγγεγραμμένοις. ἀποχρώμενός τε τοῖς ἀρχαίοις ἔθεσι πάσῃ περινοίᾳ ἐσπούδαζε κλέπτειν τῶν ὑπηκόων τὴν προαίρεσιν· ἐνενόει γὰρ ὡς, εἰ πείσειεν, ἑτοιμότερον οἷς ἂν ἐθέλῃ τὸ λοιπὸν ἐπιχειρήσειεν· εἰ δὲ ἀπειθοῦντας εὕροι, συγγνώμης ἐκτὸς κολάσειν ὡς περὶ τὰ ἔθη ῾Ρωμαίων 5.17.6 νεωτερίζοντας καὶ εἰς πολιτείαν καὶ βασιλείαν ἐξαμαρτάνοντας. ὀλίγοι μὲν οὖν, οἳ καὶ δίκην εἰσεπράχθησαν, συνῆκαν τὸν δόλον, καὶ ὡς ἔθος ἦν οὐκ ἠνείχοντο προσκυνεῖν· τὸ δὲ πλῆθος, οἷα φιλεῖ, ὑπ' ἀγνοίας ἢ γνώμης ἀπεριέργου νόμῳ ἁπλῶς παλαιῷ ἡγοῦντο πείθεσθαι καὶ ἁπλούστερον ταῖς 5.17.7 εἰκόσι προσῄεσαν. βασιλεῖ δὲ πλέον οὐδὲν ἠνύετο. καὶ ταύτης τῆς τέχνης εἰς πεῖραν προελθούσης οὐ μὴν ἐνεδίδου, ἀλλὰ πάντα ἐπινοῶν διετέλει, ὡς ἂν προσαγάγοιτο τοὺς ἀρχομένους παραπλησίως αὐτῷ θρησκεύειν. οἷον δὲ καὶ τότε ἐμηχανήσατο, οὐκ ἀπᾴδει τοῦ εἰρημένου· περιφανέστερον μέντοι τοῦ προτέρου καὶ βιαιότερον ἐπεχειρήθη, καὶ πρόφασις ἀνδρείας οὐκ ὀλίγοις 5.17.8 ἐγένετο τῶν ἐν τοῖς βασιλείοις στρατευομένων. ἐπεὶ γὰρ καιρὸς παρῆν βασιλέα δωρεῖσθαι τοῖς στρατιώταις (γίνεται δὲ τοῦτο ὡς ἐπίπαν ἐν ταῖς ῾Ρωμαίων ἱερομηνίαις καὶ βασιλέων καὶ βασιλίδων πόλεων ἐν γενεθλίοις ἡμέραις), λογισάμενος ὡς ἁπλοῦν φύσει καὶ εὔηθές ἐστι τὸ στρατιωτικὸν καὶ ὑπὸ συνήθους πλεονεξίας ῥᾳδίως ἡττᾶται χρημάτων, καθέζεται ἐπὶ τῇ δόσει τῶν χρημάτων. τῶν δὲ ἐπὶ ταύτῃ παριόντων ἕκαστον οἱ τῷ βασιλεῖ παρεστῶτες ἐκέλευον πρότερον θυμιᾶν. προὔκειτο γὰρ πλησίον λίβανος καὶ 5.17. πῦρ, ὡς δὴ τοῦτο πάλαι ῾Ρωμαίοις νενομισμένον. ἐνταῦθα οἱ μὲν ἀδεῶς τὴν ἀνδρείαν ἐπεδείξαντο καὶ οὔτε