114
σημεῖον τοῦτο γενέσθαι τῆς ἐν τῇ πόλει τοῦ θεοῦ παρουσίας, ἢ ὡς εἰκὸς ῾Ελληνικῷ νόμῳ διὰ μέγεθος καὶ κάλλος θρησκευόμενον τὸ δένδρον παρὰ τῶν ἐνοικούντων, ἐσείσθη τοῦ θεραπευομένου δι' αὐτοῦ δαίμονος φρίξαντος τὸν τῶν τοιούτων καθαιρέτην· ἐπεί φασιν αὐτομάτως σεισθῆναι καὶ πάντα τὰ ξόανα τῶν Αἰγυπτίων ἐπιδημή5.21.11 σαντος αὐτοῖς τότε τοῦ Χριστοῦ κατὰ τὴν τοῦ ῾Ησαΐου προφητείαν. ἀπελαθέντος δὲ τοῦ δαίμονος εἰς μαρτυρίαν τοῦ συμβεβηκότος ἔμεινε τὸ φυτόν, τοὺς πίστει χρωμένους ἰώμενον. καὶ τούτων μὲν Αἰγύπτιοι καὶ Παλαιστῖνοι τοῦ παρ' αὐτοῖς ὄντος ἕκαστοι μάρτυρες. 5.22.1 ῾Ο δὲ βασιλεὺς εἰ καὶ Χριστιανοὺς ἐμίσει καὶ χαλεπῶς πρὸς αὐτοὺς εἶχεν, ἀλλ' οὖν ᾿Ιουδαίοις εὔνους ἦν καὶ πρᾶος, καὶ πατριάρχαις καὶ ἀρχηγοῖς αὐτῶν καὶ αὐτῷ δὲ τῷ πλήθει ἔγραφεν εὔχεσθαι ὑπὲρ αὐτοῦ καὶ τῆς 5.22.2 αὐτοῦ βασιλείας. ἐποίει δὲ τοῦτο οὐ τὴν θρησκείαν, ὡς εἰκάζω, ἐπαινῶν (ᾔδει γὰρ μητέρα ταύτην, ὡς εἰπεῖν, τοῦ Χριστιανῶν δόγματος καὶ προφήταις καὶ πατριάρχαις τοῖς αὐτοῖς χρωμένην), ἀλλ' ὅτι μίσους ἀσπόνδως πρὸς αὐτοὺς εἶχον οἱ ᾿Ιουδαῖοι· καὶ τῇ πρὸς τούτους θεραπείᾳ λυπεῖν ἐσπούδαζεν 5.22.3 οἷς ἀπηχθάνετο. ἴσως δὲ καὶ πρὸς ῾Ελληνισμὸν καὶ θυσίας ἑτοιμότερον αὐτοὺς ἐπάγεσθαι ᾤετο πρὸς ῥητὸν μόνον ἐκδεχομένους τὰς ἱερὰς βίβλους, οὐ πρὸς θεωρίαν, ὡς οἱ Χριστιανοὶ καὶ αὐτῶν ῾Εβραίων οἱ σοφώτεροι. 5.22.4 ἔδειξε δὲ ταύτην ἔχων τὴν γνώμην οἷς ἐπεχείρησε. μετακαλεσάμενος γὰρ τοὺς ἐξάρχους τοῦ ἔθνους προὐτρέψατο θύειν, Μωσέως νόμων καὶ πατρίων ἐθῶν ὑπομιμνήσκων. τῶν δὲ φησάντων κατερριμμένου τοῦ ἐν ῾Ιεροσολύμοις ναοῦ μὴ θεμιτὸν μηδὲ πάτριον ἐκπεπτωκόσι τῆς μητροπόλεως ἑτέρωθι τοῦτο ποιεῖν, χρήματα δοὺς κοινὰ ἐκέλευσεν ἐγείρειν τὸν νεὼν καὶ τοῖς προ5.22.5 γόνοις ἐπίσης θρησκεύειν, τὸν παλαιὸν τρόπον θύοντας. οἱ μὲν οὖν μὴ λαβόντες εἰς νοῦν, ὡς οὐκ ἐνεχώρει κατὰ τὰς ἱερὰς προφητείας τοῦτο γενέσθαι, σπουδῇ τοῦ ἔργου εἴχοντο. καὶ τοὺς ἐπιστήμονας τῶν τεκτόνων ἀγείραντες τὰς ὕλας παρεσκευάζοντο καὶ τὸν χῶρον ἐκάθαιρον. σὺν τοσαύτῃ τε προθυμίᾳ περὶ ταῦτα ἐπόνουν, ὡς καὶ τὰς αὐτῶν γυναῖκας τὸν χοῦν τοῖς κόλποις ἐκφορεῖν, περιδέραιά τε καὶ πάντα τὸν ἄλλον γυναικεῖον κόσμον συν5.22.6 εισφέρειν ἑτοίμως τῇ δαπάνῃ τοῦ ἔργου. πάντα δὲ δεύτερα ἦν τοῦ πονουμένου βασιλεῖ καὶ τοῖς ἄλλοις ῞Ελλησι καὶ πᾶσιν ᾿Ιουδαίοις· οἱ μὲν γὰρ οὔτε ᾿Ιουδαίοις εὐνοοῦντες ἐκοινώνουν αὐτοῖς τῆς σπουδῆς, ὑπολαβόντες δύνασθαι κατορθοῦν τὸ ἐγχείρημα καὶ ψευδεῖς ἀπελέγξαι τοῦ Χριστοῦ τὰς προρρήσεις, οἱ δὲ ἅμα τοῦτο διενοοῦντο καὶ καιρὸν ἔχειν ᾤοντο ἀναστήσειν 5.22.7 τὸ ἱερόν. ἐπεὶ δὲ τῆς προτέρας οἰκοδομίας τὰ λείψανα καθεῖλον καὶ ἀνέσκαψαν καὶ τὸ ἔδαφος ἐξεκάθηραν, λέγεται τῆς ἐπιούσης, καθ' ἣν πρῶτον θεμέλιον ἤμελλον ὑποτίθεσθαι, σεισμὸν γενέσθαι μέγαν, ὑπὸ δὲ κλόνου τῆς γῆς ἐκ βάθρων ἀναδοθῆναι τοὺς λίθους, ᾿Ιουδαίων δ' ἀπολέσθαι οἳ τὸ 5.22.8 ἔργον ἐπετρόπευον καὶ ἐπὶ θέᾳ τούτου παρεγένοντο. αἵ τε γὰρ πλησίον τοῦ ἱεροῦ οἰκίαι τε καὶ δημόσιαι στοαὶ ἐν αἷς κατέλυον ἀθρόαι κατερρύησαν· καὶ οἱ πλείους ἐγκαταληφθέντες οἱ μὲν αὐτίκα ἀπώλοντο, οἱ δὲ ἡμιθνῆτες ηὑρέθησαν καὶ πεπηρωμένοι τὰ σκέλη ἢ τὰς χεῖρας, ἄλλοι δὲ περὶ ἄλλα μέρη τοῦ σώματος ἐδυστύχησαν. 5.22. ῾Ως δὲ σείων ἔληξεν ὁ θεός, αὖθις ἐπειρῶντο τοῦ ἔργου οἱ περιλειφθέντες, οἷά γε ἀπαραιτήτου τυγχάνοντος διὰ τὸ τοῦ βασιλέως πρόσταγμα 5.22.10 καὶ αὐτοῖς κατὰ νοῦν ὄντος. φιλεῖ γάρ πως ἡ ἀνθρωπεία φύσις ἐν τοῖς καθ' ἡδονὴν πρὸς τὸ ἀσύμφορον ῥέπειν καὶ τοῦτο μόνον συνοίσειν οἴεσθαι ὃ κατορθοῦν βούλεται· ἀτεχνῶς τε ὑπὸ τῆς ἐντεῦθεν ἀπάτης κεκρατημένη οὔτε προμηθείᾳ τινὶ τὸ συμφέρον ἰδεῖν δύναται οὔτε πείρᾳ κινδύνων σωφρονιζομένη πρὸς τὸ δέον ἀνανήφει· ὁποῖον καὶ τοῖς ᾿Ιουδαίοις τότε συμβε5.22.11 βηκέναι ἡγοῦμαι. ἱκανοῦ γὰρ ὄντος τοῦ προτέρου κωλύματος καὶ φανερῶς ἐπιδείξαντος, ὡς χαλεπαίνει τὸ θεῖον ἐπὶ τῷ γινομένῳ, πάλιν ἀνήνυτα ἐσπούδαζον. λόγος οὖν, ἅμα τε