115
τὸ δεύτερον ἐνεχείρουν τῷ ἔργῳ, καὶ πῦρ ἐξαίφνης ἐκ τῶν θεμελίων τοῦ ἱεροῦ ἀνέθορεν καὶ πολλοὺς ἀνάλωσε· καὶ τοῦτο πρὸς πάντων ἀδεῶς λέγεταί τε καὶ πιστεύεται καὶ παρ' οὐδενὸς ἀμφιβάλλεται, πλὴν ὅτι οἱ μέν φασιν ὅτι βιαζομένους αὐτοὺς εἰς τὸ ἱερὸν παριέναι φλὸξ ἀπαντήσασα τὸ εἰρημένον εἰργάσατο, οἱ δέ, ἅμα ἤρξαντο τὸν χοῦν ἐκφορεῖν. ἀλλ' εἴτε τοῦτό τις εἴτε τὸ πρότερον δέξαιτο, ἑκάτερον εἰς θαῦμα παραπλήσιον. 5.22.12 ᾿Επὶ τούτῳ δὲ καὶ ἄλλο ξυνηνέχθη τοῦ προτέρου σαφέστερόν τε καὶ παραδοξότερον. αὐτομάτως γὰρ πάντων ἡ ἐσθὴς τῷ σημείῳ τοῦ σταυροῦ κατεσημάνθη, καὶ τρόπον τινὰ ἄστρασι πεποικιλμένα τὰ ἐσθήματα εἶχον 5.22.13 ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα. ἐκ τούτου δὲ τοῖς μὲν αὐτίκα ἐκρίθη θεὸν εἶναι τὸν Χριστὸν καὶ μὴ ἀρεσθῆναι τῇ ἀνανεώσει τοῦ ναοῦ, οἱ δὲ οὐκ εἰς μακρὰν προσέθεντο τῇ ἐκκλησίᾳ καὶ ἐμυήθησαν καὶ ὕμνοις καὶ ἱκεσίαις ὑπὲρ τῶν τετολμημένων αὐτοῖς τὸν Χριστὸν ἱλάσκοντο. 5.22.14 ταῦτα ὅτῳ πιστὰ οὐ καταφαίνεται, πιστούσθωσαν οἱ παρὰ τῶν θεασαμένων ἀκηκοότες ἔτι τῷ βίῳ περιόντες, πιστούσθωσαν δὲ καὶ ᾿Ιουδαῖοι καὶ ῞Ελληνες ἡμιτελὲς τὸ ἔργον καταλιπόντες, μᾶλλον δὲ οὐδὲ ἄρξασθαι τοῦ ἔργου δυνηθέντες.
6.τ.1 ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΕΚΤΟΣ 6.1.1 ῞Οσα μὲν δὴ ἐν τῇ ᾿Ιουλιανοῦ βασιλείᾳ συγκυρῆσαι ταῖς ἐκκλησίαις
ἔγνων, ἐν τοῖς πρόσθεν δεδήλωται. ἅμα δὲ ἦρι ἀρχομένῳ δόξαν αὐτῷ ἐπιστρατεῦσαι Πέρσαις, ἐν τάχει διέβη τὸν Εὐφράτην ποταμόν· παραδραμών τε τὴν ῎Εδεσσαν διὰ μῖσος ἴσως τῶν ἐνοικούντων, ἐπεὶ ἀρχῆθεν πανδημεὶ χριστιανίζειν ἔλαχεν ἥδε ἡ πόλις, ἧκεν εἰς Κάρρας· ἔνθα δὴ ∆ιὸς ἱερὸν 6.1.2 εὑρὼν ἔθυσε καὶ ηὔξατο. τὸ δὲ ἀπὸ τούτου ἐκ τῶν ἑπομένων στρατευμάτων ἀμφὶ δισμυρίους ὁπλίτας ἐπὶ Τίγρητα ποταμὸν ἔπεμψε, φυλακῆς τε ἕνεκα τῶν τόπων καὶ εἰς καιρὸν αὐτῷ παρεσομένους, ἡνίκα καλέσοι· ᾿Αρσακίῳ δὲ τῷ ᾿Αρμενίων ἡγουμένῳ συμμαχοῦντι ῾Ρωμαίοις ἔγραψε συμ-6.1.3 μῖξαι περὶ τὴν πολεμίαν. ἀπαυθαδιασάμενός τε πέρα τοῦ μέτρου ἐν τῇ ἐπιστολῇ καὶ ἑαυτὸν μὲν ἐξάρας ὡς ἐπιτήδειον πρὸς ἡγεμονίαν καὶ φίλον οἷς ἐνόμιζε θεοῖς, Κωνσταντίῳ δὲ ὃν διεδέξατο ὡς ἀνάνδρῳ καὶ ἀσεβεῖ λοιδορησάμενος, ὑβριστικῶς μάλα ἠπείλησεν αὐτῷ· καὶ ἐπεὶ Χριστιανὸν ὄντα ἐπυνθάνετο, ἐπιτείνων τὴν ὕβριν ἢ βλασφημεῖν ἃ μὴ θέμις σπουδάζων εἰς τὸν Χριστόν (τοῦτο γὰρ εἰώθει παρ' ἕκαστα τολμᾶν) ἀπεκόμπασεν ὑποδηλῶν ὡς οὐκ ἐπαμυνεῖ αὐτῷ ὃν ἡγεῖται θεὸν ὀλιγωροῦντι τῶν προστεταγμένων. 6.1.4 ᾿Επεὶ δὲ ταῦτα καλῶς ἔχειν ἐνόμισε, παραλαβὼν τὴν ῾Ρωμαίων στρα-τιὰν ἦγε διὰ τῆς ᾿Ασσυρίων. καὶ πόλεις τινὰς καὶ φρούρια τὰ μὲν προδοσίᾳ, τὰ δὲ πολέμῳ εἷλεν, ἀπερισκέπτως τε εἰς τὸ πρόσθεν ᾔει μηδὲν τῶν κατόπιν προνοῶν καὶ ὅτι γε δεήσει τὴν αὐτὴν πάλιν ἐπανελθεῖν· ἀλλ' ὅπερ ᾕρει, δεινῶς ἐπόρθει, ταμιεῖα τε καὶ τὰ ἄλλα τὰ μὲν κατέσκαπτε, τὰ δὲ ἐνε6.1.5 πίμπρα. πορευόμενος δὲ παρὰ τὸν Εὐφράτην οὐ πόρρωθεν ἀφίκετο Κτησιφῶντος. πόλις δὲ αὕτη μεγάλη καὶ τὰ Περσῶν βασίλεια νῦν ἀντὶ Βαβυλῶνος ἔχουσα· ῥεῖ δὲ αὐτῆς οὐκ ἀπὸ πολλοῦ ὁ Τίγρης. ὡς δὲ ταῖς ναυσὶν οὐκ ἐνεχώρει διὰ τὴν μέσην γῆν τῇ Κτησιφῶντι προσελθεῖν, ἀλλ' ἐπάναγκες ἐφαίνετο ἢ τὴν πόλιν παριέναι ἢ τῶν πλοίων καταφρονεῖν, ἀνακρίνας τινὰς τῶν αἰχμαλώτων εὗρε διώρυχα ναυσίπορον ἀναχωσθεῖσαν τῷ χρόνῳ· καὶ 6.1.6 διατεμὼν τὸ διεῖργον εἵλκυσε τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα. ταύτῃ τε τῷ στρατῷ παραπλεούσας ἔχων τὰς ναῦς ἐπὶ τὴν πόλιν ἐχώρει. σὺν πολλῇ δὲ παρασκευῇ ἱππέων καὶ ὁπλιτῶν καὶ ἐλεφάντων τῶν Περσῶν φανέντων ἐπὶ τῆς ὄχθης τοῦ Τίγρητος, ἰδὼν ἐν πολεμίᾳ γῇ μέσον δύο μεγίστων ποταμῶν μονονουχὶ πολιορκουμένην αὐτῷ τὴν στρατιὰν καὶ λιμῷ διαφθαρῆναι κινδυνεύουσαν, ἤν τε μένοιεν αὐτόθι ἤν τε τὴν αὐτὴν ὁδὸν ὑποστρέφοιεν, τῶν