116
πόλεων καὶ τῶν κωμῶν δι' ὧν ἦλθον κατηρειμμένων καὶ τὰ ἐπιτήδεια μὴ ἐχουσῶν, κέλησιν ἆθλα προθεὶς ἐπὶ θέαν ἱπποδρομίας τοὺς στρατιώτας 6.1.7 ἐκάθισεν. ἐν τούτῳ δὲ τοὺς προεστῶτας τῶν πλοίων ἐκέλευσεν ἀποβαλεῖν τὰ φορτία καὶ τὸ σιτηρέσιον τῆς στρατιᾶς, ὅπως ἐν κινδύνῳ σφᾶς ἰδόντες οἱ στρατιῶται, ὡς ἐπυθόμην, ἀπορίᾳ τῶν ἐπιτηδείων εἰς θράσος τράπωνται καὶ προθυμότερον τοῖς πολεμίοις μαχέσωνται. συγκαλέσας δὲ τοὺς στρατηγοὺς καὶ τοὺς ταξιάρχους μετὰ τὸ δεῖπνον, ἐνεβίβασε τοὺς στρατιώτας εἰς τὰς ναῦς. οἱ δὲ ἐν νυκτὶ τὸν Τίγρητα πλεύσαντες ἤδη πρὸς ταῖς 6.1.8 πέραν ὄχθαις ἦσαν καὶ ἐξέβαινον. τῶν δὲ Περσῶν οἱ μὲν αἰσθόμενοι ἠμύνοντο καὶ ἀλλήλοις παρεκελεύοντο, τοῖς δὲ ἔτι καθεύδουσιν ἐπέστησαν οἱ ῾Ρωμαῖοι. καὶ ἡμέρας ἐπιγενομένης εἰς μάχην καθίσταντο, πολλούς τε ἀποβαλόντες καὶ κτείναντες διέβησαν τὸν ποταμόν· καὶ τότε μὲν πρὸ τῆς Κτησιφῶντος ἐστρατοπεδεύοντο. 6.1. ∆όξαν δὲ τῷ βασιλεῖ μηκέτι περαιτέρω χωρεῖν, ἀλλ' εἰς τὴν ἀρχομένην ἐπανελθεῖν, τὰς ναῦς ἐμπρήσαντες, ὡς διὰ τὴν φυλακὴν τούτων πολλῶν ἀπομάχων ὄντων, τὴν ἐπάνοδον ἐποιοῦντο ἐν ἀριστερᾷ Τίγρητα τὸν ποταμὸν ἔχοντες. ἡγουμένων δὲ τῶν αἰχμαλώτων τὰ μὲν πρῶτα ἀπήλαυον χώρας 6.1.10 εὐφόρου καὶ πάντα τὰ ἐπιτήδεια ἐχούσης. μετὰ δὲ ταῦτα πρεσβύτης τις ἑλόμενος ἀποθανεῖν ὑπὲρ τῆς πάντων Περσῶν ἐλευθερίας, ἐπίτηδες ἁλῶναι φανείς, ὡς ἄκων συλληφθεὶς ἄγεται παρὰ τὸν ἡγούμενον· ἀνακριθείς τε τὰ περὶ τῆς ὁδοῦ καὶ δόξας ἀληθῆ λέγειν ἔπεισεν, ἢν αὐτῷ ἕπωνται, τὴν τα6.1.11 χίστην τοῖς ῾Ρωμαίων ὅροις ἐπιστήσειν τὴν στρατιάν· μόνον δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν χαλεπὴν ἔσεσθαι τὴν πορείαν, καὶ χρῆναι τούτων σιτία φέρεσθαι τῆς γῆς ἐρήμου οὔσης. ὑπαχθείς τε ὁ βασιλεὺς τοῦ σοφοῦ πρεσ6.1.12 βύτου τοῖς λόγοις ἐδοκίμασε ταύτῃ πορευτέον. ἐπεὶ δὲ προσωτέρω χωροῦντες καὶ μετὰ τὰς τρεῖς ἡμέρας ἐρημοτέροις ἐνέβαλον τόποις, ὁ μὲν γέρων ὁ αἰχμάλωτος βασανιζόμενος ὡμολόγησεν ὑπὲρ τῶν οἰκείων αὐτομολῆσαι πρὸς θάνατον καὶ ἕτοιμος εἶναι πάντα προθύμως ὑπομένειν. ᾿Αλυούσης δὲ τῆς στρατιᾶς τῷ τε μήκει τῆς ὁδοῦ καὶ τῇ ἐνδείᾳ τῶν 6.1.13 ἐπιτηδείων ἤδη τεταλαιπωρηκόσι Περσικὴ παράταξις ἐπέθετο. καρτερᾶς δὲ μάχης συστάσης ἐξαπίνης βίαιος ἀνακινηθεὶς ἄνεμος τὸν οὐρανὸν καὶ τὸν ἥλιον τοῖς νέφεσιν ἐκάλυψεν, τῷ δὲ ἀέρι τὴν κόνιν ἀνέμιξε· σκότους δὲ καὶ πολλῆς ἀχλύος οὔσης παραδραμών τις ἱππεὺς φέρει ἐπὶ τὸν βασιλέα τὸ δόρυ καὶ παίει καιρίαν, καὶ τοῦ ἵππου καταβαλὼν ὅστις ἦν ἀπῆλθε λα6.1.14 θών· λέγουσι δὲ οἱ μὲν Πέρσην, οἱ δὲ Σαρακηνὸν εἶναι τοῦτον. εἰσὶ δὲ οἳ ῾Ρωμαῖον στρατιώτην ἰσχυρίζονται ἐπενηνοχέναι αὐτῷ τὴν πληγήν, ἀγανακτήσαντα καθότι ἀβουλίᾳ καὶ θρασύτητι τοσούτοις περιέβαλε κινδύνοις τὴν στρατιάν. Λιβάνιος δὲ ὁ Σύρος σοφιστής, τὰ μάλιστα συνήθης καὶ φίλος αὐτῷ γεγονώς, τάδε περὶ τοῦ κτείναντος αὐτὸν γράφει· 6.1.15 «Τίς οὖν ὁ κτείνας, ποθεῖ τις ἀκοῦσαι. τοὔνομα μὲν οὐκ οἶδα, τοῦ "7δὲ μὴ πολέμιον εἶναι τὸν κτείναντα σημεῖον ἐναργὲς τὸ μηδένα πολέμιον "7ἐπὶ τῇ πληγῇ τετιμῆσθαι. καίτοι διὰ κηρύκων ὁ Πέρσης ἐπὶ γέρας ἐκάλει "7τὸν ἀπεκτονότα, καὶ μεγάλων ὑπῆρχε τῷ φανέντι τυχεῖν. ἀλλ' ὅμως οὐδ' "7ἔρωτι τῶν γερῶν ἠλαζονεύσατο. καὶ πολλή γε τοῖς πολεμίοις ἡ χάρις, "7ὅτι ὧν οὐκ ἔδρασαν οὐ προσέθεντο τὴν δόξαν, ἀλλ' ἔδοσαν ἡμῖν παρ' ἡμῖν 6.1.16 "7αὐτοῖς τὸν σφαγέα ζητεῖν. οἷς γὰρ οὐκ ἐλυσιτέλει ζῶν (οὗτοι δὲ ἦσαν "7οἱ ζῶντες οὐ κατὰ τοὺς νόμους), πάλαι τε ἐπεβούλευον καὶ τότε δυνηθέντες "7εἰργάσαντο, τῆς τε ἄλλης ἀδικίας ἀναγκαζούσης, οὐκ ἐχούσης ἐπὶ τῆς ἐκεί"7νου βασιλείας ἐξουσίαν, καὶ μάλιστά γε τοῦ τιμᾶσθαι τοὺς θεούς, οὗ τοὐ"7ναντίον ἐζήτουν.» 6.2.1 Καὶ ὁ μὲν Λιβάνιος ὧδέ πῃ γράφων Χριστιανὸν γενέσθαι ὑποδηλοῖ ᾿Ιουλιανοῦ τὸν σφαγέα· ἴσως δὲ καὶ ἀληθές. οὐ γὰρ ἀπεικός τινα τῶν τότε στρατευομένων εἰς νοῦν λαβεῖν, ὡς καὶ ῞Ελληνες καὶ πάντες ἄνθρωποι μέχρι νῦν τοὺς πάλαι τυραννοκτόνους γενομένους ἐπαινοῦσιν, ὡς