117
ὑπὲρ τῆς πάντων ἐλευθερίας ἑλομένους ἀποθανεῖν καὶ πολίταις ἢ συγγενέσιν ἢ φίλοις προθύ6.2.2 μως ἐπαμύναντας. σχολῇ γε ἄν τις καὶ αὐτῷ μέμψαιτο διὰ θεὸν καὶ θρησκείαν ἣν ἐπῄνεσεν ἀνδρείῳ γενομένῳ. ἐγὼ δέ, ὅστις μὲν τῇ σφαγῇ ταύτῃ διηκονήσατο, πλὴν τῶν εἰρημένων οὐδὲν ἀκριβῶ. ὡς δὲ συμφωνοῦντες οἱ λέγοντες ἰσχυρίζονται, ἀψευδὴς λόγος εἰς ἡμᾶς ἦλθε κατὰ θεομηνίαν αὐτὸν ἀναιρεθῆναι· καὶ τούτου ἀπόδειξις θεία ὄψις, ἥν τινα τῶν ἐπιτηδείων αὐτῷ ἰδεῖν ἐπυθόμην. 6.2.3 Λέγεται γάρ, ἐπεὶ πρὸς αὐτὸν ἐν Πέρσαις ὄντα ἠπείγετο, ἔν τινι χωρίῳ καταλῦσαι τῆς λεωφόρου καὶ ἀπορίᾳ οἰκήματος ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ καθευδῆσαι, καὶ ὕπαρ ἢ ὄναρ ἰδεῖν, ὡς εἰς ταὐτὸν συνελθόντες πολλοὶ τῶν ἀποστόλων καὶ προφητῶν ἀπωδύροντο τὴν εἰς τὰς ἐκκλησίας τοῦ κρατοῦντος 6.2.4 ὕβριν καὶ ὅ τι χρὴ ποιεῖν ἐβουλεύοντο. ἐπὶ πολὺ δὲ περὶ τούτου διαλογιζομένων καὶ ὥσπερ διαπορουμένων ἀναστάντες ἐκ μέσων δύο θαρρεῖν τοῖς ἄλλοις παρεκελεύσαντο καὶ ὡς ἐπὶ καθαιρέσει τῆς ᾿Ιουλιανοῦ ἀρχῆς ὁρμῶν6.2.5 τες σπουδῇ τὸν σύλλογον κατέλιπον. ὁ δὲ ἄνθρωπος, ὃς τῶν παραδόξων τούτων ἐγεγόνει θεατής, τῆς μὲν ὁδοιπορίας ὠλιγώρει λοιπόν· ὀρρωδῶν δὲ πῇ ἄρα τὸ τέλος ἐκβήσεται τῆς τοιαύτης ὄψεως, πάλιν ἐνθάδε καθεύδων τὸν αὐτὸν ἰδεῖν σύλλογον ἐξαπίνης τε ὡς ἀπὸ ὁδοῦ εἰσεληλυθότας, οἳ τῇ προτεραίᾳ νυκτὶ ἐπεστράτευσαν ᾿Ιουλιανῷ, καὶ ἀναγγεῖλαι τοῖς ἄλλοις ἀνῃρῆσθαι τοῦτον. 6.2.6 Κατ' ἐκείνην δὲ τὴν ἡμέραν καὶ ∆ίδυμος ὁ ἐκκλησιαστικὸς φιλόσοφος ἐν ᾿Αλεξανδρείᾳ διατρίβων, οἷά γε τοῦ βασιλέως εἰς τὴν θρησκείαν διασφαλέντος περίλυπος ὢν διά τε αὐτὸν ὡς πεπλανημένον καὶ διὰ τὴν καταφρόνησιν τῶν ἐκκλησιῶν, ἐνήστευέ τε καὶ τὸν θεὸν περὶ τούτου ἱκέ6.2.7 τευεν. ὑπὸ δὲ τῆς μερίμνης οὐδὲ τῆς νυκτὸς ἐπιγενομένης μεταλαβὼν τροφῆς, ἐπὶ θρόνου καθεζόμενος εἰς ὕπνον κατηνέχθη, καὶ ὡς ἐν ἐκστάσει γεγονὼς ἔδοξεν ὁρᾶν ἵππους λευκοὺς ἐν τῷ ἀέρι διατρέχοντας, τοὺς δὲ ἐπ' αὐτῶν ὀχουμένους κηρύττειν· «ἀγγείλατε ∆ιδύμῳ σήμερον περὶ τήνδε τὴν ὥραν ᾿Ιουλιανὸν ἀνῃρῆσθαι· καὶ ᾿Αθανασίῳ τῷ ἐπισκόπῳ τοῦτο μηνυσάτω· 6.2.8 καὶ ἀναστὰς ἐσθιέτω.» καὶ ἃ μὲν τεθέαντο ὅ τε ᾿Ιουλιανοῦ οἰκεῖος καὶ ὁ φιλόσοφος, ὧδε γενέσθαι ἐπυθόμην. καὶ οὐδέτερος ἐν οἷς τεθέατο τῆς ἀληθείας διήμαρτεν, ὡς ἐμηνύθη ὕστερον. ῟Ωι δὲ οὐκ ἀρκεῖ ταῦτα εἰς ἀπόδειξιν τοῦ θεόθεν αὐτὸν ἀναιρεθῆναι ὡς ταῖς ἐκκλησίαις αὐτοῦ λυμαινόμενον, καὶ τὴν προφητείαν εἰς νοῦν λαμβάνοι 6.2. ἣν ἐκκλησιαστικὸς ἀνὴρ προηγόρευσε. μέλλοντος γὰρ αὐτοῦ ἐπὶ Πέρσας στρατεύειν καὶ μετὰ τὸν πόλεμον τὰς ἐκκλησίας κακῶς ποιήσειν ἀπειλοῦντος καὶ ἐπιτωθάζοντος ὡς οὐδὲν αὐτοῖς ἐπαμύνειν δυνήσεται ὁ τοῦ τέκτονος υἱός, ὡδὶ λέγων ἀπεφήνατο· «οὗτος δὲ ὁ τοῦ τέκτονος υἱὸς θήκην αὐτῷ ξυλίνην πρὸς θάνατον κατασκευάζει.» 6.2.10 Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς μετὰ τὴν πληγὴν ἁμωσγέπως συνῆκεν ὅθεν ἐβλάβη, καὶ τὸ αἴτιον τῆς συμφορᾶς οὐ παντελῶς ἠγνόησε. λέγεται γάρ, ὅτε ἐτρώθη, αἷμα ἐκ τῆς ὠτειλῆς ἀρυσάμενος εἰς τὸν αἰθέρα ἀκοντίσαι, οἷά γε πρὸς φαινόμενον τὸν Χριστὸν ἀφορῶν καὶ τῆς ἰδίας σφαγῆς αὐτὸν ἐπαιτιώ6.2.11 μενος. οἱ δέ φασιν ὡς πρὸς τὸν ῞Ηλιον ἀγανακτῶν, ὅτι Πέρσαις ἐπήμυνεν ἢ αὐτὸν οὐ διέσωσεν ἔφορος ὢν τῆς αὐτοῦ γενέσεως κατά τινα τοιαύτην ἀστρονομικὴν θεωρίαν, τῇ χειρὶ τὸ αἷμα ἐπιδείξας εἰς τὸν ἀέρα ἠκόντισεν. 6.2.12 εἰ δὲ ἀληθῶς μέλλων τελευτᾶν, οἷά περ εἴωθε συμβαίνειν τῆς ψυχῆς ἤδη χωριζομένης τοῦ σώματος καὶ θειότερα ἢ κατὰ ἄνθρωπον ὁρᾶν δυναμένης, τὸν Χριστὸν ἐθεάσατο, οὐκ ἔχω λέγειν· οὐ γὰρ πολλῶν ὅδε ὁ λόγος· οὔτε δὲ ὡς ψεῦδος ἐκβαλεῖν θαρρῶ, ἐπεὶ οὐκ ἀπεικὸς καὶ τῶνδε θαυμαστότερα συμβῆναι εἰς ἐπίδειξιν τοῦ μὴ ἀνθρωπείᾳ σπουδῇ συστῆναι τὴν ἐπώνυμον τοῦ Χριστοῦ θρησκείαν. 6.2.13 ᾿Αμέλει τοι παρὰ πάντα τὸν χρόνον ταυτησὶ τῆς βασιλείας ἀγανακτῶν ὁ θεὸς ἐφαίνετο, καὶ παντοδαπαῖς συμφοραῖς ἐν πολλοῖς ἔθνεσιν ἐπέτριψε τὴν ῾Ρωμαίων ὑπήκοον. τῆς τε γὰρ γῆς συνεχῶς ὑπὸ χαλεπωτάτων