1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

121

ἦν· ἐπεὶ δὲ εἵλεσθε, ὃ νῦν ἐξαιτεῖτε οὐκ ἐν ὑμῖν ἀλλ' ἐν ἐμοί· καὶ χρὴ τοὺς μὲν ἀρχομένους 6.6. ὑμᾶς ἡσυχίαν ἄγειν, ἐμὲ δὲ ὡς βασιλέα τὰ πρακτέα σκοπεῖν.» καὶ τότε μὲν ταῦτα προσφωνήσας οὐχ ὑπεῖξε τοῖς στρατιώταις· μετ' οὐ πολὺ δὲ παραγενόμενος εἰς Κωνσταντινούπολιν ἀνεκήρυξε βασιλέα τὸν ἀδελφόν, καὶ τῆς ὑπηκόου τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα παρέδωκεν αὐτῷ, τὰ δὲ ἀπὸ ᾿Ιλλυριῶν ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καὶ πᾶσαν τὴν ἀντικρὺ ἤπειρον μέχρι 6.6.10 τῶν ἐσχάτων Λιβύων ὑφ' ἑαυτὸν ἔταξεν. ἄμφω δὲ Χριστιανὼ τὴν θρησκείαν ἐγενέσθην, διαφόρω δὲ τὴν δόξαν καὶ τὸν τρόπον. Οὐάλης μὲν γὰρ Εὐδοξίῳ τῷ ἐπισκόπῳ μυσταγωγῷ χρησάμενος ἡνίκα ἐβαπτίσθη, τὴν ᾿Αρείου πίστιν ἐζήλου, καὶ δεινὸν ἡγεῖτο μὴ βιάζεσθαι πάντας ὁμοδόξους αὐτῷ ποιεῖν. Οὐαλεντινιανὸς δὲ τὰ αὐτὰ φρονῶν τοῖς ἐν Νικαίᾳ συνελθοῦσι τούτους μὲν ὠφέλει, τοῖς δὲ ἑτέρως δοξάζουσιν οὐδὲν ἠνώχλει. 6.7.1 ᾿Επεὶ δὲ Κωνσταντινουπόλεως ἐξεδήμησεν ἐπὶ τὴν ῾Ρώμην διὰ Θρᾴκης πορευόμενος, τηνικαῦτα οἱ περὶ ῾Ελλήσποντον καὶ Βιθυνίαν ἐπίσκοποι καὶ ὅσοι ἄλλοι ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν λέγειν ἠξίουν, προβάλλονται πρεσβεύειν ὑπὲρ αὐτῶν ῾Υπατιανὸν τὸν ῾Ηρακλείας τῆς Περίνθου ἐπίσκοπον, 6.7.2 ὥστε ἐπιτραπῆναι συνελθεῖν ἐπὶ διορθώσει τοῦ δόγματος. προσελθόντος δὲ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἐπισκόπων διδάξαντος ὑπολαβὼν Οὐαλεντινιανός «ἐμοὶ μέν», ἔφη, «μετὰ λαοῦ τεταγμένῳ οὐ θέμις τοιαῦτα πολυπραγμονεῖν· οἱ δὲ ἱερεῖς, οἷς τούτου μέλει, καθ' ἑαυτοὺς ὅπῃ βούλονται συνίτωσαν.» 6.7.3 τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου πρὸς τὴν ῾Υπατιανοῦ πρεσβείαν συνίασιν εἰς Λάμψακον. καὶ δύο μῆνας βουλευσάμενοι τελευτῶντες ἐψηφίσαντο ἄκυρα εἶναι τὰ ἐν Κωνσταντινουπόλει πεπραγμένα σπουδῇ τῶν 6.7.4 ἀμφὶ τὸν Εὐδόξιον καὶ ᾿Ακάκιον, ἀργεῖν δὲ καὶ τὴν ἔκθεσιν τῆς πίστεως, ἣν ὡς δυτικῶν ἐπισκόπων οὖσαν προκομίσαντες ὑπογράψαι τινὰς παρεσκεύασαν ἐπὶ ὑποσχέσει ἀποκηρύξεως τοῦ ἀνομοίου κατ' οὐσίαν (ὃ διεψεύσαντο), κρατεῖν δὲ τὸ ὅμοιον δοξάζειν τὸν υἱὸν τῷ πατρὶ κατ' οὐσίαν· εἶναι γὰρ τοῦ ὁμοίου τὴν προσθήκην ἀναγκαίαν διὰ τὴν σημασίαν τῶν ὑποστάσεων· 6.7.5 πίστιν δὲ πολιτεύεσθαι κατὰ πᾶσαν ἐκκλησίαν τὴν ἐν Σελευκείᾳ ὁμολογηθεῖσαν, ἐκτεθεῖσαν δὲ ἐπὶ τῇ ἀφιερώσει τῆς ἐν ᾿Αντιοχείᾳ ἐκκλησίας· τοὺς δὲ καθαιρεθέντας παρὰ τῶν ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν λεγόντων τοὺς ἰδίους ἀπολαμβάνειν θρόνους, ὡς παρανόμως ἐκβεβλημένους τῶν ἐκκλησιῶν· 6.7.6 εἰ δέ τις αὐτῶν κατηγορεῖν βούλεται, ἐκ τοῦ ἴσου κινδύνου τοῦτο ποιεῖν· δικαστὰς δὲ εἶναι τοὺς ὀρθῶς δοξάζοντας ἐν τῷ ἔθνει ἐπισκόπους καὶ ἐκ τῶν πέλας ἐπαρχιῶν, συνιόντας ἐν τῇ ἐκκλησίᾳ ἔνθα οἱ μάρτυρές εἰσι τῶν ἑκάστῳ 6.7.7 βεβιωμένων. ταῦτα ὁρίσαντες, ἐπειδὴ τοὺς περὶ Εὐδόξιον κεκλήκασι καὶ μετανοίας αὐτοῖς μετέδωκαν, οἱ δὲ οὐχ ὑπήκουον, τὰ δόξαντα ταῖς πανταχῇ 6.7.8 ἐκκλησίαις ἐδήλωσαν. λογισάμενοι δὲ ὡς εἰκὸς Εὐδόξιον τῆς οἰκείας μερίδος ποιῆσαι τὰ βασίλεια καὶ διαβαλεῖν αὐτούς, ἔγνωσαν φθάσαι καὶ τὰ πεπραγμένα ἐν Λαμψάκῳ μηνῦσαι. ὃ δὴ καὶ ἐποίουν ἐπανιόντι Οὐάλεντι τῷ βασιλεῖ ἐκ Θρᾴκης ἐν ῾Ηρακλείᾳ περιτυχόντες· ἀποδημοῦντι γὰρ τῷ 6.7. ἀδελφῷ εἰς τὴν πρεσβυτέραν ῾Ρώμην μέχρι τινὸς συνῆλθεν. Εὐδοξίῳ δὲ τὰ πρὸς βασιλέα καὶ τοὺς ἀμφ' αὐτὸν ἤδη κατὰ γνώμην διῳκεῖτο. προσελθοῦσιν οὖν τοῖς ἐκ Λαμψάκου πρεσβευταῖς παρεκελεύσατο μὴ διαφέρεσθαι πρὸς Εὐδόξιον. ἐπεὶ δὲ ἀντεῖπον καὶ τὴν ἐν Κωνσταντινουπόλει γενομένην ἀπάτην καὶ τὰ βεβουλευμένα κατὰ τῶν ἐν Σελευκείᾳ δεδογμένων Εὐδοξίῳ ἐμέμφοντο, κινηθεὶς πρὸς ὀργὴν τοὺς μὲν ὑπερορίαν οἰκεῖν προσέταξε, τὰς δὲ ἐκκλησίας παραδίδοσθαι τοῖς ἀμφὶ τὸν Εὐδόξιον. 6.7.10 ᾿Εν τούτῳ δὲ τὴν Συρίαν κατέλαβεν· ὑφωρᾶτο γὰρ μήπως οἱ Πέρσαι τὰς ἐπὶ ᾿Ιοβιανοῦ γενομένας τριακοντούτεις σπονδὰς λύσωσι. τῶν δὲ μηδὲν νεωτεριζόντων ἐν ᾿Αντιοχείᾳ διέτριβεν, ἡνίκα δὴ Μελέτιον μὲν τὸν ἐπίσκοπον ὑπερορίου φυγῆς κατεδίκασε, Παυλίνου δὲ τὸν βίον αἰδεσθεὶς ἐφείσατο, τοὺς δὲ