123
ἐμφεροῦς λίθοις ἐν πολλοῖς τόποις καταρραγείσης καὶ μεγίστων σεισμῶν ἄλλαις τε πόλεσι καὶ Νικαίᾳ τῇ Βιθυνῶν εἰσάγαν λυμηναμένων, οὐκ ἐπαύσαντο Οὐάλης τε ὁ βασιλεὺς καὶ Εὐδόξιος ὁ ἐπίσκοπος τοὺς ἑτέρως αὐτοῖς δοξάζοντας Χριστιανοὺς ἐκδιώκοντες. καὶ πρὸς μὲν τοὺς ὁμοδόξους τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐδόκει πως αὐτοῖς κατωρθῶσθαι τὸ σπουδασθέν· ἐν γὰρ τῷ πλείονι τῆς ὑπὸ Οὐάλεντος ἀρχομένης καὶ μάλιστα ἀνά τε Θρᾴκην καὶ Βιθυνίαν καὶ ῾Ελλήσποντον καὶ ἔτι τούτων προσωτέρω οὔτε ἐκκλησίας 6.10.3 οὔτε ἱερέας εἶχον. πρὸς δὲ τοὺς τὰ Μακεδονίου φρονοῦντας, πολυπλασίους αὐτῶν ὄντας κατὰ τόδε τὸ κλίμα, ἐχαλέπαινον, καὶ τραπέντες ἐπ' αὐτοὺς οὐ μετρίως ἐδίωκον. οἱ δὲ δέει τῶν ἐπικειμένων κακῶν διαπρεσβευόμενοι πρὸς ἀλλήλους κατὰ πόλεις ἄμεινον ἐδοκίμασαν ἐπὶ Οὐαλεντινιανὸν καὶ τὸν ῾Ρωμαίων ἐπίσκοπον καταφυγεῖν κἀκείνοις μᾶλλον ἢ Εὐδοξίῳ καὶ Οὐάλεντι 6.10.4 καὶ τοῖς ἀμφ' αὐτοὺς κοινωνεῖν τῆς πίστεως. καὶ ἐπεὶ τάδε καλῶς ἔχειν ἔδοξεν, αἱροῦνται ἐπὶ τούτοις τρεῖς ἐξ αὐτῶν, Εὐστάθιόν τε τὸν ἐκ Σεβαστείας ἐπίσκοπον καὶ Σιλβανὸν τὸν Ταρσοῦ καὶ Θεόφιλον τὸν Κασταβάλων, καὶ πρὸς Οὐαλεντινιανὸν τὸν βασιλέα πέμπουσι γράψαντες Λιβερίῳ τῷ ῾Ρωμαίων ἐπισκόπῳ καὶ τοῖς ἀνὰ τὴν δύσιν ἱερεῦσιν, οἷα δὴ πίστιν δόκιμον καὶ βεβαίαν ἀπὸ τῶν ἀποστόλων ἔχουσι καὶ πρὸ τῶν ἄλλων προνοεῖν τῆς θρησκείας ὀφείλουσι, παντὶ σθένει συλλαβέσθαι τοῖς αὐτῶν πρέσβεσι καὶ σὺν αὐτοῖς περὶ τῶν πρακτέων βουλεύσασθαι καὶ ὡς ἂν δοκιμάσωσι διορθῶσαι τὰ τῆς ἐκκλησίας πράγματα. 6.10.5 Καὶ οἱ μὲν εἰς ᾿Ιταλίαν ἀφικόμενοι ἔγνωσαν τὸν βασιλέα ἐν Γαλατίᾳ διάγειν τοῖς τῇδε παρακειμένοις βαρβάροις μαχόμενον. ἀπόρου δὲ φανείσης αὐτοῖς τῆς ἐπὶ Γαλάτας ὁδοῦ διὰ τὸν πόλεμον ἔδωκαν Λιβερίῳ τὰ γράμματα. 6.10.6 κοινωσάμενοί τε περὶ ὧν ἐπρεσβεύοντο, καταγινώσκουσιν ᾿Αρείου καὶ τῶν ὁμοίως αὐτῷ φρονούντων καὶ διδασκόντων· ἀποκηρύττουσι δὲ καὶ πᾶσαν αἵρεσιν ἐναντιουμένην τῇ πίστει τῆς ἐν Νικαίᾳ συνόδου, καὶ τὸ ὁμοούσιον 6.10.7 ὄνομα δέχονται ὡς τῷ ὁμοίῳ κατ' οὐσίαν τὰ αὐτὰ σημαῖνον. ὡς δὲ τούτων ἔγγραφον αὐτῶν ὁμολογίαν ἔλαβεν ὁ Λιβέριος, ἐκοινώνησεν αὐτοῖς, καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε τῆς ὁμονοίας καὶ τῆς περὶ τὸ δόγμα συμφωνίας ἐπαινῶν, καὶ τὰ πρὸς τοὺς πρέσβεις πεπραγμένα ἐμήνυσεν. ἦν δὲ τῶν ἀμφὶ τὸν Εὐστάθιον ἡ ὁμολογία ἥδε· 6.11.1 «Κυρίῳ ἀδελφῷ καὶ συλλειτουργῷ Λιβερίῳ Εὐστάθιος, Σιλβανός, Θεό"7φιλος ἐν κυρίῳ χαίρειν. "7∆ιὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολι"7καῖς ἐκκλησίαις σκάνδαλα ἐπισπείρειν, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν "7ἀναιροῦντες ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ καὶ Σμύρνῃ 6.11.2 "7καὶ ἐν ἑτέροις διαφόροις τόποις τῶν ὀρθοδόξων ἐπισκόπων, ἧς συνόδου "7πρεσβείαν ποιούμενοι πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς ᾿Ιταλούς "7τε καὶ δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν πίστιν τὴν καθολικὴν "7κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ ἐπὶ τοῦ μακαρίου "7Κωνσταντίνου ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων βεβαιωθεῖσα "7ἀκεραίᾳ καὶ ἀσαλεύτῳ καταστάσει ἕως νῦν καὶ διηνεκῶς διαμένει, ἐν ᾗ "7τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως τῆς ᾿Αρείου διαστροφῆς· 6.11.3 "7ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι "7τε καὶ κρατεῖν καὶ ἄχρι τέλους φυλάσσειν ἰδίᾳ χειρὶ ὁμολογοῦμεν, κατα"7κρίνοντες ῎Αρειον καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ σὺν τοῖς μαθηταῖς αὐτοῦ "7καὶ πᾶσαν αἵρεσιν Σαβελλίου καὶ Πατροπασσιανοῦ, Μαρκίωνος, Φωτεινοῦ, "7Μαρκέλλου καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν καὶ "7πάντας τοὺς ὁμόφρονας αὐτῶν· καὶ πάσας δὲ τὰς αἱρέσεις τὰς ἐναντιου"7μένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς καὶ καθολικῶς ὑπὸ τῶν "7ἁγίων ἐξετέθη πατέρων ἐν Νικαίᾳ, ἀναθεματίζομεν, ἀναθεματίζοντες ἐξαι"7ρέτως