124
καὶ τὰ ἐν τῇ ᾿Αριμήνῳ συνόδῳ, ὅσα ὑπεναντίως ταύτης τῆς προ"7ειρημένης πίστεως τῆς ἁγίας συνόδου Νικαέων ἐπράχθη, οἷς δόλῳ καὶ "7ἐπιορκίᾳ ὑποπεισθέντες ἐν Κωνσταντινουπόλει κομισθεῖσιν ἀπὸ Νίκης τῆς "7Θρᾴκης ὑπεγράψαμεν.» 6.11.4 Ταῦτα ὁμολογήσαντες καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν αὐτοῖς ῥητοῖς τῇ οἰκείᾳ ὁμολογίᾳ συνῆψαν· καὶ περὶ τῶν πραχθέντων γράμματα Λιβερίου λαβόντες ἔπλευσαν εἰς Σικελίαν. 6.12.1 Γενομένης δὲ κἀκεῖσε συνόδου καὶ τὰ αὐτὰ ψηφισαμένων τῶν τῇδε 6.12.2 ἐπισκόπων, ἐπεὶ τάδε ἔπραξαν, ἐπανῆλθον. κατ' ἐκεῖνο δὲ καιροῦ σύνοδον ἀγόντων ἐν Τυάνοις Εὐσεβίου τοῦ ἐπισκόπου τῆς Καππαδοκῶν Καισαρείας, ᾿Αθανασίου τε τοῦ ᾿Αγκύρας καὶ Πελαγίου τοῦ Λαοδικείας, Ζήνωνός τε τοῦ Τυρίου καὶ Παύλου τοῦ ᾿Εμέσης, ᾿Οτρέως τε τοῦ Μελιτινῆς καὶ Γρηγορίουτοῦ Ναζιανζοῦ καὶ πολλῶν ἄλλων, οἳ τὸ ὁμοούσιον πρεσβεύειν ἐψηφίσαντο ἐν ᾿Αντιοχείᾳ ἐπὶ τῆς ᾿Ιοβιανοῦ βασιλείας, ἀναγινώσκεται τὰ Λιβερίου καὶ 6.12.3 τῶν ἀνὰ τὴν δύσιν γράμματα. περιχαρεῖς τε ἐπὶ τούτοις γενόμενοι ἔγραψαν πάσαις ταῖς ἐκκλησίαις ἐντυχεῖν τοῖς ψηφίσμασι τῶν ἀνὰ τὴν ᾿Ασίαν ἐπισκόπων καὶ τοῖς Λιβερίου γράμμασι καὶ ᾿Ιταλῶν καὶ ῎Αφρων καὶ Γαλα-τῶν τῶν πρὸς δύσιν καὶ Σικελῶν (ἐκόμισαν γὰρ καὶ τούτων τὰ γράμματα οἱ ἐκ Λαμψάκου πρέσβεις), καὶ ἀναλογίσασθαι τὸν πάντων ἀριθμόν· πολλῷ γὰρ τῷ πλήθει τὴν ἐν ᾿Αριμήνῳ σύνοδον ἐνίκων· καὶ ὁμόφρονας αὐτοῖς γενέσθαι καὶ κοινωνούς, καὶ ὅτι ταύτης εἰσὶ τῆς γνώμης, διὰ γραφῆς οἰκείας δηλῶσαι, συνελθεῖν δὲ εἰς Ταρσὸν τῆς Κιλικίας ἔτι ἦρος ὄντος εἰς ῥητὴν ἡμέραν ἣν ὥρισαν. 6.12.4 Καὶ οἱ μὲν ὧδε ἀλλήλοις συνιέναι προετρέποντο. ἤδη δὲ συνίστασθαι μελλούσης τῆς ἐν Ταρσῷ συνόδου συνελθόντες ἐν ᾿Αντιοχείᾳ τῆς Καρίας ἀμφὶ τριάκοντα καὶ τέσσαρες τῶν ᾿Ασιανῶν ἐπισκόπων τὴν μὲν ἐπὶ τῇ ὁμονοίᾳ τῶν ἐκκλησιῶν σπουδὴν ἐπῄνουν, παρῃτοῦντο δὲ τὸ τοῦ ὁμοουσίου ὄνομα, καὶ τὴν ἐν ᾿Αντιοχείᾳ καὶ Σελευκείᾳ ἐκτεθεῖσαν πίστιν χρῆναι κρατεῖν ἰσχυρίζοντο, ὡς καὶ Λουκιανοῦ τοῦ μάρτυρος οὖσαν καὶ μετὰ κινδύνων καὶ πολλῶν ἱδρώ6.12.5 των παρὰ τῶν πρὸ αὐτῶν δοκιμασθεῖσαν. ὁ δὲ βασιλεὺς Εὐδοξίου σπουδῇ τὴν ἐν Κιλικίᾳ προσδοκωμένην διέλυσε σύνοδον, γράψας περὶ τούτου καὶ ἀπειλὴν ἐπιθείς. ἐν μέρει δὲ τοῖς ἄρχουσι τῶν ἐθνῶν ἀπελαύνειν τῶν ἐκκλησιῶν προσέταξε τοὺς ἐπὶ Κωνσταντίου καθαιρεθέντας ἐπισκόπους, αὖθις 6.12.6 δὲ τὴν ἱερωσύνην ἀναλαβόντας ἐπὶ τῆς ᾿Ιουλιανοῦ βασιλείας. ἐκ ταύτης δὲ τῆς προστάξεως καὶ ταῖς ἀνὰ τὴν Αἴγυπτον ἀρχαῖς σπουδὴ γέγονεν ἀφελέσθαι τῶν αὐτόθι ἐκκλησιῶν ᾿Αθανάσιον καὶ τῆς πόλεως ἀπελάσαι. οὐ τὸ τυχὸν γὰρ ἐπιτίμιον ἐνέκειτο τῷ βασιλέως γράμματι, εἰ μὴ ταῦτα γένηται, πάντων ἐπίσης ἀρχόντων τε καὶ τῶν ὑπ' αὐτοὺς στρατιωτῶν καὶ βουλευτηρίων ἔκτισιν πολλῶν χρημάτων καταδικάζον καὶ σώματος αἰκισμοὺς 6.12.7 ἀπειλούμενον. συνελθὸν δὲ τὸ πλῆθος τῶν Χριστιανῶν ἐξῄτουν τὸν ἔπαρχον ἀπερισκέπτως μὴ ἀπελαύνειν τὸν ἐπίσκοπον, ἀκριβέστερον δὲ σκοπεῖν τὸν ὅρον τῶν βασιλέως γραμμάτων, ὡς κατ' ἐκείνων μόνον κρατοῦντα 6.12.8 τῶν ἐπὶ ᾿Ιουλιανοῦ κατελθόντων μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγήν. τὸν δὲ ᾿Αθανάσιον ἔλεγον φυγεῖν μὲν ἐπὶ Κωνσταντίου, μετακληθῆναι δὲ παρ' αὐτοῦ καὶ τὴν ἐπισκοπὴν ἀπολαβεῖν· ᾿Ιουλιανὸν δὲ πάντας καταγαγόντα μόνον αὐτὸν διῶξαι· πάλιν δ' αὖ ᾿Ιοβιανὸν αὐτὸν μετακαλέσασθαι. 6.12. Ταῦτα λέγοντες οὐκ ἔπειθον. ἀντεῖχον δὲ ὅμως καὶ βιάζεσθαι οὐ συνεχώρουν. πανταχόθεν δὲ τοῦ δήμου συρρέοντος καὶ πολλοῦ θορύβου καὶ ταράχου ἀνὰ τὴν πόλιν ὄντος καὶ στάσεως προσδοκωμένης ἐμήνυσεν ὁ ὕπαρ6.12.10 χος βασιλεῖ τὰ γενόμενα, συγχωρήσας αὐτὸν ἐν τῇ πόλει διάγειν. ἤδη δὲ πολλῶν διαγενομένων ἡμερῶν καὶ τῆς κινηθείσης στάσεως πεπαῦσθαι δοκούσης, ἑσπέρας λαθὼν ᾿Αθανάσιος ἐξῆλθε τῆς πόλεως καὶ εἴς τι χωρίον 6.12.11 ἐκρύπτετο. ἀωρὶ δὲ τῆς αὐτῆς νυκτὸς ὁ ὕπαρχος Αἰγύπτου καὶ ὁ τῶν τῇδε στρατευμάτων ἡγεμὼν κατέλαβον τὴν ἐκκλησίαν, ἐν ᾗ τὸ