1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

125

καταγώγιον εἶχε· πανταχῇ τε καὶ εἰς τὰς ὑπερῴους οἰκήσεις ἀναζητήσαντες αὐτὸν ἀπεχώρουν διαμαρτόντες τῆς βουλῆς· ᾤοντο γὰρ λοιπὸν τοῦ πλήθους ἐπιλελησμένου τῆς προτέρας κινήσεως, εἰ ἐπίθοιντο πάντων πρὸς ὕπνον τετραμμένων, ῥᾳδίως τὴν βασιλέως πρόσταξιν ἐπιτελέσειν καὶ τὴν πόλιν ἀστα6.12.12 σίαστον φυλάξειν. θαῦμα δὲ πάντας εἰκότως εἶχεν ᾿Αθανασίου μὴ εὑρεθέντος. εἴτε γὰρ θείας δυνάμεως προειπούσης ὑπανεχώρησεν εἴτε τινῶν ἀγγειλάντων, ἀμφότερα εἰς ταὐτὸν τελεῖ. καὶ προμηθείας ἢ κατὰ ἄνθρωπον ἐδόκει εἰς ἀναγκαῖον ὧδε καιρὸν προμαθεῖν τὴν ἐπιβουλὴν καὶ φυλάξασθαι. ἕτεροι δέ φασιν, ὡς τὴν τοῦ πλήθους παράλογον κίνησιν προορῶν, δείσας τε μὴ τῶν ἐντεῦθεν συμβησομένων δεινῶν αἴτιος εἶναι δόξῃ, πάντα τοῦτον τὸν χρόνον ἐν πατρῴῳ μνήματι διέτριβεν. καὶ ὁ μὲν ὧδε διαφυγὼν ἐλάνθανεν. 6.12.13 Οὐ πολλῷ δὲ ὕστερον ἔγραψεν ὁ βασιλεὺς ἐπανελθεῖν αὐτὸν καὶ τὴν ἐκκλησίαν ἔχειν. τεκμαίρομαι δὲ Οὐάλεντα παρὰ σκοπὸν ἐπὶ ταύτην τὴν γραφὴν ἐλθεῖν, ἢ τὴν κρατοῦσαν περὶ ᾿Αθανασίου δόξαν λογιζόμενον καὶ ὅτι τούτου χάριν εἰκὸς ἦν μέμψασθαι Οὐαλεντινιανόν, ἐπειδὴ τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα ἐπρέσβευεν, ἢ τῶν ἐπαινούντων αὐτὸν πολλῶν ὄντων τὴν κίνησιν ὑφορώμενον, μή τι νεωτερίσωσιν ἐπὶ βλάβῃ τῶν κοινῶν πραγ6.12.14 μάτων. οἶμαι δὲ ὡς εἰκὸς καὶ τοὺς προεστῶτας τῆς ᾿Αρείου αἱρέσεως μὴ λίαν ἐπιθέσθαι τῇ περὶ τούτου σπουδῇ, λογισαμένους ὡς τῆς πόλεως ἐκβληθεὶς αὖθις ἐνοχλήσει τοῖς βασιλεύουσι καὶ ἀφορμὴν ἐντεῦθεν ἕξει τῆς πρὸς αὐτοὺς ὁμιλίας καὶ μεταπείσει Οὐάλεντα, Οὐαλεντινιανὸν δὲ καὶ εἰς ὀργὴν κινήσει ὡς ὁμόφρονα. μάλιστα γὰρ περιδεεῖς ἦσαν ἐκ τῶν ἐπὶ Κων6.12.15 σταντίου συμβάντων πεπειραμένοι τῆς αὐτοῦ ἀρετῆς. ἐπὶ τοσοῦτον γὰρ καὶ τότε τῆς τῶν ἐναντίων ἐκράτησεν ἐπιβουλῆς, ὡς ἀσμένως αὐτῷ παραχωρῆσαι τῶν ἀνὰ τὴν Αἴγυπτον ἐκκλησιῶν, καὶ ἐπὶ τούτῳ μόλις εἶξαι Κωνσταντίου γράμμασιν ἐκ τῆς ᾿Ιταλίας ἐπανελθεῖν. Τὸ μὲν οὖν αἴτιον καθότι ᾿Αθανάσιος ἐπίσης τοῖς ἄλλοις οὐκ ἀφῃρέθη 6.12.16 τῆς ἐκκλησίας, τοῦτο εἰκάζω εἶναι. τοῖς δὲ λοιποῖς μονονουχὶ διωγμὸς συνέβη ῾Ελληνικῷ παραπλήσιος· φυγαί τε γὰρ ὑπερόριοι ἐσπουδάζοντο τῶν τὰ αὐτὰ φρονεῖν ἀναινομένων, καὶ εὐκτήριοι οἶκοι τῶν μὲν ἀφῃροῦντο, τοῖς δὲ παρεδίδοντο· ἡ δὲ Αἴγυπτος τέως τούτων ἀπείρατος ἦν ἔτι ᾿Αθανασίου τῷ βίῳ περιόντος. 6.13.1 Τῷ δὲ βασιλεῖ Οὐάλεντι τὴν παρ' ᾿Ορόντῃ ᾿Αντιόχειαν καταλαβεῖν ἐδόκει. ἐχομένου δὲ αὐτοῦ τῆς ὁδοῦ τελευτᾷ τὸν βίον Εὐδόξιος, ἐπὶ ἕνδεκα ἐνιαυτοῖς κρατήσας τῶν ἐν Κωνσταντινουπόλει ἐκκλησιῶν, ἐπιτρέπεται δὲ ταύτας ∆ημόφιλος, χειροτονηθεὶς εἰς τὴν αὐτοῦ διαδοχὴν παρὰ τῶν τὰ 6.13.2 ᾿Αρείου φρονούντων. οἱ δὲ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, νομίσαντες εἰς καιρὸν αὐτοῖς τόδε συμβεβηκέναι, ψηφίζονται Εὐάγριόν τινα ἐπισκοπεῖν αὐτῶν. χειροτονεῖ δὲ τοῦτον Εὐστάθιος, ὃς τὴν ᾿Αντιοχέων Σύρων διεῖπεν ἐκκλησίαν. μετακληθεὶς γὰρ ὑπὸ ᾿Ιοβιανοῦ ἐκ τῆς ὑπερορίας φυγῆς λάθρα τότε ἐν Κωνσταντινουπόλει διέτριβε τοὺς ὁμοδόξους αὐτῷ διδάσκων καὶ προτρέπων ἐπὶ τῆς αὐτῆς μένειν περὶ τὸ θεῖον γνώμης. 6.13.3 ἐντεῦθεν δὲ οἱ μὲν ἀπὸ τῆς ᾿Αρείου αἱρέσεως πρὸς στάσιν ἀνακινηθέντες χαλεπῶς ἐδίωκον τοὺς σπουδαστὰς τῆς Εὐαγρίου χειροτονίας· ὁ δὲ βασιλεὺς ταῦτα γνοὺς ἐν Νικομηδείᾳ τέως τὴν ὁδὸν ἐπέσχεν· δείσας δὲ περὶ τῆς πόλεως, μή τι πάθοι ὑπὸ στάσεως, συνεῖδεν πέμψαι στρατιώτας εἰς Κων6.13.4 σταντινούπολιν, οὓς ἱκανοὺς ἐνόμισεν εἰς τοῦτο. Εὐστάθιον δὲ συλληφθέντα προσέταξεν ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης διάγειν καὶ Εὐάγριον ἑτέρωθι ἀπάγεσθαι. καὶ τὰ μὲν ὧδε ἔσχε. 6.14.1 Θρασύτεροι δέ, ὡς φιλεῖ συμβαίνειν τοῖς εὐτυχοῦσι, γενόμενοι οἱ τὰ ᾿Αρείου φρονοῦντες οὐκ ἀνεκτὰ ἐπεβούλευον τοῖς ἀπὸ τῆς ἐναντίας δόξης. οἱ δὲ εἴς τε τὸ σῶμα ὑβριζόμενοι, ἄρχουσί τε καὶ δεσμωτηρίοις παραδιδόμενοι καὶ τὰς οὐσίας κατ' ὀλίγον δαπανώμενοι ταῖς