126
ἐνθένδε συχνῶς συμβαινούσαις ζημίαις, ἔγνωσαν δεηθῆναι τοῦ βασιλέως ὅπως τινὰ τῶν δεινῶν εὕροιεν ἀπαλ6.14.2 λαγήν. καὶ ἐκκλησιαστικοὺς ὀγδοήκοντα ἄνδρας ἐπὶ τοῦτο εἵλοντο, ὧν ἡγοῦντο Οὔρβασος καὶ Θεόδωρος καὶ Μενέδημος. ὡς δὲ εἰς Νικομήδειαν ἀφίκοντο, προσελθόντες Οὐάλεντι βιβλίον ἐπέδοσαν τὰ κατ' αὐτοὺς ἐγγράψαντες. ὁ δὲ σφόδρα θυμωθείς, ὅσον μὲν ὠργίσθη οὐκ ἐγένετο δῆλος, λάθρα δὲ τῷ ὑπάρ6.14.3 χῳ προσέταξε συλλαβεῖν αὐτοὺς καὶ ἀνελεῖν. ὁ δὲ ὕπαρχος δείσας, μὴ στασιάσῃ τὸ πλῆθος τοσούτων εὐλαβῶν ἀνδρῶν καὶ μηδὲν ἠδικηκότων παραλόγως ἀναιρουμένων, πλάττεται καταδικάζειν αὐτῶν ὑπερορίαν φυγήν. ὡς ἐπὶ τοῦτο δὲ πέμπων αὐτοὺς εἰς πλοῖον ἐνεβίβασεν οὐκ ἀγεννῶς τάδε παθεῖν 6.14.4 ὑπομένοντας. ἐπεὶ δὲ πλέοντες κατὰ μέσον τοῦ ᾿Αστακίου καλουμένου κόλπου ἐγένοντο, οἱ μὲν ναῦται πυρὶ τὸ σκάφος ὑφάψαντες, ὡς ἦν αὐτοῖς προστεταγμένον, ἀπεχώρουν εἰς τὸ ἐφόλκιον μεταπηδήσαντες, ἡ δὲ ναῦς ὑπὸ ἐπιφόρου ἀνέμου ἐλαυνομένη ἄχρι ∆ακιδίζης (χωρίον δὲ τοῦτο τῆς παραλίου Βιθυνίας) διήρκεσε πρὸς τὸν ἔκπλουν· ἅμα δὲ τῇ γῇ προσέσχε καὶ διελύθη σὺν αὐτοῖς ἀνδράσι καταφλεχθεῖσα. 6.15.1 Οὐάλης δὲ καταλιπὼν τὴν Νικομήδειαν ἐπὶ τὴν ᾿Αντιόχειαν τὴν ὁδὸν ἐποιεῖτο. ἐν τούτῳ δὲ Καππαδόκαις ἐνδημήσας, ὅπερ εἰώθει ποιεῖν, ἐσπούδαζε κακοῦν τοὺς ὀρθόφρονας καὶ τὰς ἐνθάδε ἐκκλησίας παραδιδόναι τοῖς τὰ 6.15.2 ᾿Αρείου φρονοῦσι. ῥᾳδίως δὲ τοῦτο κατορθώσειν ᾤετο ἐκ τοῦ ἐκ διαφορᾶς τινος εἰς λύπην καταστῆναι Βασίλειον Εὐσεβίῳ τῷ τότε ἐπιτροπεύοντι τὴν Καισαρέων ἐκκλησίαν· διὸ καὶ πρὸς τὸν Πόντον ὑπεχώρησε καὶ τοῖς 6.15.3 ἐνθάδε φιλοσοφοῦσι μοναχοῖς συνῆν. τὸ δὲ πλῆθος καὶ μάλιστα οἱ κράτιστοι καὶ σοφώτεροι ἐν ὑπονοίᾳ τὸν Εὐσέβιον εἶχον, καὶ ὡς φυγῆς αἴτιον γενόμενον ἀνδρὸς εὐδοκιμωτάτου ἐν τῷ βιοῦν καὶ λέγειν, ἀπολιπεῖν αὐτὸν 6.15.4 ἐβουλεύοντο καὶ καθ' ἑαυτοὺς ἐκκλησιάζειν. ἀλλ' ὁ μὲν ἵνα μὴ καὶ τὸ καθ' ἑαυτὸν ἐπιτρίψῃ τὴν ἐκκλησίαν, οὐκ ἐνδεᾶ θορύβων διὰ τὰς ἐπαναστάσεις τῶν ἑτεροδόξων, ἐν τοῖς παρὰ τὸν Πόντον φροντιστηρίοις ἡσυχίαν ἦγεν. βασιλέα δὲ καὶ τοὺς ἀμφ' αὐτὸν ἐπισκόπους (ἀεὶ γὰρ αὐτῷ συνῆσαν τῆς ᾿Αρείου αἱρέσεως) προθυμοτέρους εἰς τὴν ἐπιχείρησιν ἐποίει ἡ Βασιλείου ἀπουσία καὶ τὸ περὶ Εὐσέβιον τοῦ λαοῦ μῖσος. ἀπέβη δὲ παρὰ γνώμην 6.15.5 αὐτοῖς. ἅμα γὰρ ἠγγέλθησαν ἐπὶ Καππαδόκαις ἐλαύνειν, καταλιπὼν τὸν Πόντον Βασίλειος ἐθελοντὴς εἰς Καισάρειαν ἧκε, καὶ Εὐσεβίῳ σπεισάμενος εὔνους ἦν· τῇ δὲ ἐκκλησίᾳ εἰς καιρὸν τοῖς λόγοις ἐπήμυνεν. ὁ δὲ Οὐάλης ἀποτυχὼν τῆς σπουδῆς ἄπρακτος ἅμα τοῖς σὺν αὐτῷ ἐπισκόποις ἀπεχώρησε τότε. 6.16.1 Μετὰ δὲ χρόνον πάλιν εἰς Καππαδοκίαν ἐλθὼν καταλαμβάνει Βασίλειον τὰς τῇδε ἐκκλησίας ἐπιτραπέντα μετὰ τὴν Εὐσεβίου τελευτήν. βουλευόμενος 6.16.2 δὲ καὶ αὐτὸν ἐξελάσαι οὐχ ἑκὼν ἀπέσχετο τῆς ἐπιβουλῆς. ἅμα γὰρ τῇ ἐπιχειρήσει λέγεται τῆς ἐχομένης νυκτὸς τὴν αὐτοῦ γαμετὴν περιπεσεῖν δείμασι καὶ Γαλάτην, τὸν υἱὸν ὃν μόνον εἶχε, ταχείᾳ νόσῳ ἀποθανεῖν. ἐδόκει δὲ πᾶσι τιμωρὸν γενόμενον τὸν θεὸν τῶν κατὰ Βασιλείου βεβουλευμένων, ἐπὶ κακώσει 6.16.3 τῶν τεκόντων ἀπολέσαι τὸν παῖδα. ταῦτα δὲ καὶ Οὐάλης ὑπελάμβανεν. ἀμέλει ἀποθανόντος μὲν τοῦ υἱέος οὐκέτι αὐτὸν ἠνώχλησεν, ἐν ᾧ δὲ περιῆν καὶ κακῶς ἔχων ἔμελλε τελευτᾶν, πέπομφε πρὸς αὐτὸν ἀντιβολῶν ὑπὲρ 6.16.4 τοῦ κάμνοντος εὔξασθαι. ἅμα γὰρ ἀφίκετο εἰς Καισάρειαν, μετακαλεσάμενος ὁ ὕπαρχος τὸν Βασίλειον ἐκέλευσε τὰ βασιλέως φρονεῖν· ἀπειθοῦντι δὲ ἠπείλησε θάνατον. τὸν δὲ φάναι πολλοῦ ἄξιον αὐτῷ ἔσεσθαι, καὶ μεγίστην δώσειν χάριν ὡς ἐν τάχει τουτωνὶ τῶν δεσμῶν τοῦ σώματος †λέγων† 6.16.5 αὐτὸν ἀπαλλάξειεν. ἐπεὶ δὲ τὴν τότε ἡμέραν καὶ τὴν ἑξῆς νύκτα ἐκέλευσεν αὐτὸν ὁ ὕπαρχος βουλεύσασθαι καὶ μὴ ἀπερισκέπτως εἰς προῦπτον ἅλασθαι κίνδυνον, εἰς δὲ τὴν ὑστεραίαν παρεῖναι καὶ τὴν ἑαυτοῦ γνώμην δήλην ποιεῖν, «ἐμοὶ μέν», ἔφη, «οὐ δεῖ βουλῆς· αὐτὸς γὰρ ἔσομαι καὶ τῇ ὑστεραίᾳ· κτίσμα γὰρ ὢν οὐκ ἀνέξομαι τὸν ὅμοιον προσκυνεῖν καὶ θεὸν 6.16.6