127
συνομολογεῖν, οὐδὲ κοινωνὸς σοί τε καὶ βασιλεῖ τῆς θρησκείας εἶναι. εἰ γὰρ καὶ λίαν ἐπίσημοι τυγχάνετε καὶ οὐκ ὀλίγης τῆς οἰκουμένης ἡγεῖσθε μοίρας, οὐ παρὰ τοῦτο ἀνθρώποις χαριστέον, ὀλιγωρῆσαι δὲ τῆς εἰς τὸ θεῖον πίστεως, ἣν οὐκ ἄν ποτε προδοίην, οὔτε δήμευσιν οὐσίας οὔτε ὑπερορίαν φυγὴν οὔτε θάνατον καταδικασθείς. ἐπεὶ καὶ τούτων οὐδέν με ἀνιᾶν δυνήσεται, εἴ γε οὐσίαν μὲν ἔχω ῥάκη τε καὶ βιβλία ὀλίγα, οἰκῶ δὲ τὴν γῆν ὡς ἀεὶ παροδεύων, σῶμα δέ μοι δι' ἀσθένειαν μετὰ τὴν πρώτην πληγὴν αἰσθήσεως καὶ βασάνων 6.16.7 κρεῖττον.» τοιαῦτα Βασιλείου παρρησιασαμένου θαυμάσας τοῦ ἀνδρὸς τὴν ἀρετὴν ὁ ὕπαρχος ἀνήγγειλε τῷ βασιλεῖ. ὁ δὲ ἐπιτελουμένης τῆς τῶν θεοφανίων ἑορτῆς σὺν τοῖς ἄρχουσι καὶ δορυφόροις εἰς τὴν ἐκκλησίαν παραγενόμενος δῶρά τε τῇ ἱερᾷ τραπέζῃ προσήνεγκε καὶ εἰς λόγους αὐτῷ ἦλθε καὶ σοφίας καὶ τοῦ περὶ τὸ ἱερᾶσθαι καὶ ἐκκλησιάζειν κόσμου τε καὶ εὐταξίας 6.16.8 ἐπῄνεσεν. ἐκράτει δὲ ὅμως οὐκ εἰς μακρὰν ἐκ διαβολῆς τῶν ἐναντίων ὑπερορίαν αὐτὸν οἰκεῖν. καὶ ἡ νὺξ παρῆν καθ' ἣν ἐδόκει τοῦτο γενέσθαι· ἐξαπίνης δὲ πυρετὸς τοῦ βασιλέως τὸν υἱὸν ἐπιλαβὼν εἰς ἀθρόαν καὶ σφαλε6.16. ρὰν νόσον κατέβαλε. καὶ ὁ πατὴρ κατὰ τοῦ ἐδάφους ἔρριπτο ἔτι ζῶντα τὸν παῖδα πενθῶν· ἀμηχανῶν δὲ καὶ πανταχόθεν σῶον αὐτὸν ἔχειν σπουδάζων ἐπιτρέπει τοῖς οἰκείοις μετακαλέσασθαι Βασίλειον εἰς ἐπίσκεψιν τοῦ κειμένου· ἔναγχος γὰρ ὑβρισμένῳ ᾐδεῖτο αὐτὸς περὶ τούτου κελεύειν. ἅμα δὲ παρῆν καὶ ὁ παῖς ῥᾷον ἔσχεν, ὡς πολλοὺς τότε ἰσχυρίζεσθαι ὡς οὐκ ἂν ἀπωλώλει, εἰ μὴ καὶ ἑτεροδόξους ἅμα Βασιλείῳ συνεκάλεσεν ὑπὲρ τοῦ 6.16.10 παιδὸς εὐξομένους. λόγος δὲ καὶ τὸν ὕπαρχον τότε νόσῳ περιπεσεῖν, ἀντιβολοῦντα δὲ καὶ παραιτούμενον αὐτὸν ὑγιᾶ γενέσθαι. ἀλλὰ ταῦτα μὲν οὐ θαυμαστὰ ἴσως δόξειεν ἐπὶ Βασιλείου σκοπούμενα, ἀνδρὸς φιλοσοφωτάτου καὶ θεοφιλοῦς ἔργοις τε καὶ λόγοις ὑπερφυῶς εὐδοκιμήσαντος. 6.17.1 Σύγχρονοι δὲ ὄντες αὐτός τε καὶ Γρηγόριος ὁμόζηλοι ταῖς ἀρεταῖς ὡς εἰπεῖν ἐγένοντο. ἄμφω μὲν γὰρ νέοι ὄντες ῾Ιμερίῳ καὶ Προαιρεσίῳ τοῖς τότε εὐδοκιμωτάτοις σοφισταῖς ἐν ᾿Αθήναις ἐφοίτησαν, μετὰ ταῦτα δὲ ἐν ᾿Αντιοχείᾳ Λιβανίῳ τῷ Σύρῳ· σοφιστεύειν δὲ ἢ δίκας ἀγορεύειν ὑπεριδόντες 6.17.2 φιλοσοφεῖν ἔγνωσαν κατὰ τὸν τῆς ἐκκλησίας νόμον. ἐπί τινα δὲ χρόνον τοῖς μαθήμασι τῶν παρ' ῞Ελλησι φιλοσόφων ἐνδιατρίψαντες καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν λόγων ἐξακριβώσαντες ἐκ τῶν ᾿Ωριγένους καὶ τῶν πρὸ αὐτοῦ καὶ μετ' ἐκεῖνον ἐν ταῖς ἑρμηνείαις τῶν ἐκκλησιαστικῶν βιβλίων εὐδοκιμησάντων, μέγα ὄφελος κατὰ τὸν παρόντα καιρὸν ἐγένοντο τοῖς ὁμο6.17.3 δόξοις τῶν ἐν Νικαίᾳ συνεληλυθότων. ἑκάτερος γὰρ ἀνδρείως συνίστατο τούτῳ τῷ δόγματι πρὸς τοὺς τὰ ᾿Αρείου φρονοῦντας, καὶ διήλεγχεν ὡς μήτε τὰ ἄλλα ὀρθῶς φρονοῦντας μήτε τὰς ᾿Ωριγένους δόξας, αἷς μάλιστα ἐπηρεί6.17.4 δοντο. κοινῇ δὲ συνθήκῃ ἢ κλήρῳ, ὡς πρός τινων ἐπυθόμην, τοὺς κινδύνους ἐμερίσαντο. καὶ Βασίλειος μὲν τὰς πρὸς τῷ Πόντῳ περιιὼν πόλεις συνοικίας τε μοναχῶν πολλὰς ἐκεῖσε κατεστήσατο καὶ τὰ πλήθη διδάσκων 6.17.5 ὁμοίως αὐτῷ φρονεῖν ἔπειθε. Γρηγόριος δὲ Ναζιανζοῦ πόλεως μικρᾶς ἐπισκοπεῖν μετὰ τὸν αὐτοῦ πατέρα λαχὼν ἀλλαχῇ τε τούτου χάριν καὶ μάλιστα τῇ Κωνσταντινουπόλει συνεχῶς ἐνεδήμει. οὐ πολλῷ δὲ ὕστερον τοῦ τῇδε λαοῦ προστατεῖν ἐπετράπη ψήφῳ πολλῶν ἱερέων· μήτε γὰρ ἐπισκόπου μήτε ἐκκλησίας οὔσης ἐνθάδε ἐκινδύνευε μηκέτι εἶναι λοιπὸν ἐν Κωνσταντινουπόλει τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου. 6.18.1 ᾿Επεὶ δὲ εἰς ᾿Αντιόχειαν παρεγένετο ὁ βασιλεύς, παντελῶς ἐξήλασε τῶν τῇδε ἐκκλησιῶν ἀνά τε τὰς πέριξ πόλεις τοὺς ὁμοίως φρονοῦντας τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, καὶ παντοδαπαῖς ἐπέτριβεν αὐτοὺς τιμωρίαις, ὡς καί τινας ἰσχυρίζεσθαι πολλοὺς αὐτῶν ἀνελεῖν ἄλλοις τε τρόποις καὶ εἰς τὸν 6.18.2 ᾿Ορόντην ποταμὸν ἐμβάλλεσθαι προστάξαντα. μαθὼν δὲ ἐν ᾿Εδέσσῃ εὐκτήριον ἐπιφανὲς εἶναι Θωμᾶ τοῦ ἀποστόλου ἐπώνυμον, ἦλθε τοῦτο ἱστορῆσαι.