1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

128

ἀφαιρεθέντων δὲ κἀνταῦθα τῶν εὐκτηρίων οἴκων θεασάμενος ἐν πεδίῳ πρὸ τοῦ ἄστεως συνηγμένους τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας λέγεται τὸν [καθόλου] ὕπαρχον λοιδορήσασθαι καὶ πὺξ κατὰ τῆς σιαγόνος πλῆξαι, ὡς παρὰ τὴν αὐτοῦ πρόσταξιν συγχωρήσαντα γενέσθαι τοιαύτας συνόδους. 6.18.3 ὁ δὲ Μόδεστος (τοῦτο γὰρ ὄνομα τῷ ὑπάρχῳ ἦν) καίπερ ἑτερόδοξος ὢν λάθρα τοῖς ᾿Εδεσσηνοῖς ἐμήνυσε φυλάξασθαι τὴν ὑστεραίαν καὶ μὴ συνελθεῖν εἰς τὸν εἰωθότα τόπον εὐξομένους· εἶναι γὰρ αὐτῷ προστεταγμένον παρὰ βασιλέως τιμωρεῖσθαι τοὺς ἁλισκομένους. καὶ ὁ μὲν ταῦτα ἠπείλει ἢ ὀλίγους ἢ μηδένα κινδυνεῦσαι προνοῶν καὶ ἑαυτὸν παραιτεῖσθαι σπουδάζων πρὸς 6.18.4 τὴν τοῦ κρατοῦντος ὀργήν. οἱ δὲ ᾿Εδεσσηνοὶ παρ' οὐδὲν ποιησάμενοι τὴν ἀπειλὴν σπουδαιότερον ἢ πρὸ τοῦ συνέρρεον ἕωθεν καὶ τὸν εἰωθότα τόπον ἐπλήρουν. ὁ δὲ Μόδεστος ἀγγελθέντος τούτου οὐκ εἶχεν ὅ τι καὶ ποιή6.18.5 σειεν, ἀμηχανῶν δὲ τοῖς παροῦσιν ὅμως ἐπὶ τὸ πεδίον ᾔει. γυνὴ δέ τις παιδάριον ἕλκουσα καὶ τὸ φᾶρος εἰκῇ ἐπισυρομένη παρὰ τὸν πρέποντα γυναικὶ κόσμον, ὡς ἐπί τι σπουδαῖον ἐπειγομένη, τὴν ἡγουμένην τοῦ ὑπάρχου στρατιωτικὴν στίχα διέτεμεν. ἰδὼν δὲ Μόδεστος προσέταξεν αὐτὴν συλληφθῆ6.18.6 ναι, καὶ προσκαλεσάμενος ἀπῄτει λέγειν τοῦ δρόμου τὴν αἰτίαν. τῆς δὲ εἰπούσης, ἵνα θᾶττον καταλάβοι τὸ πεδίον ἔνθα συνίασι οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας, «μόνη γοῦν», ἔφη Μόδεστος, «οὐκ ἔγνως αὐτίκα μέλλειν ἐκεῖσε τὸν ὕπαρχον ἰέναι καὶ οὓς ἂν εὕροι πάντας ἀναιρήσειν;» «ναίχι ἀκήκοα», φησί, «καὶ διὰ τοῦτο μάλιστα δρόμου δεῖ μοι, ἵνα μὴ τοῦ καιροῦ κατόπιν γένωμαι καὶ ἁμάρτω τῆς περὶ θεοῦ μαρτυρίας.» «ἀτὰρ τί καὶ τοῦτο τὸ παιδάριον μεθ' ἑαυτῆς ἄγεις;» ἤρετο ὁ ὕπαρχος. «ὡς ἂν καὶ αὐτός», ἔφη, «τοῦ 6.18.7 κοινοῦ πάθους μετάσχοι καὶ τῶν ἴσων ἀξιωθείη.» θαυμάσας δὲ ὁ Μόδεστος τὴν γυναῖκα τῆς ἀνδρείας ἀνέστρεψεν εἰς τὰ βασίλεια· καὶ κοινωσάμενος τῷ κρατοῦντι περὶ αὐτῆς ἔπεισε μὴ χρῆναι τὸ δόξαν ἐπιτελεῖν, αἰσχρὸν τοῦτο καὶ ἀσύμφορον ἐπιδείξας. ἡ μὲν δὴ ᾿Εδεσσηνῶν πόλις πανδημεὶ τὸν εἰρημένον τρόπον ὑπὲρ τοῦ δόγματος ὡμολόγησεν. 6.1.1 ῾Υπὸ δὲ τοῦτον τὸν χρόνον ἐτελεύτησεν ᾿Αθανάσιος ὁ τῆς ᾿Αλεξανδρέωνἐκκλησίας ἡγούμενος, ἀμφὶ τεσσαράκοντα καὶ ἓξ ἐνιαυτοὺς τὴν ἀρχιερωσύ6.1.2 νην ἀνύσας. τῶν δὲ τὰ ᾿Αρείου φρονούντων ἐν τάχει τὴν αὐτοῦ τελευτὴν δηλωσάντων οὐκ εἰς μακρὰν παραγενόμενος Εὐζώιος, ὃς ἐν ᾿Αντιοχείᾳ τῆς ᾿Αρείου αἱρέσεως προΐστατο, σὺν αὐτῷ δὲ καὶ Μάγνος ὁ τῶν θησαυρῶν ταμίας παρὰ τοῦ βασιλέως ἀποσταλείς, Πέτρον μέν, ᾧ τὴν ἐπισκοπὴν ἐπέτρεψεν ᾿Αθανάσιος, συλλαβόμενοι καθεῖρξαν, Λουκίῳ δὲ τὴν ᾿Αλεξανδρέων 6.1.3 ἐκκλησίαν παρέδωκαν. ἐντεῦθεν δὲ παρὰ τοὺς ἀλλαχόσε χαλεπώτερον συνέβη διατεθῆναι τοὺς ἐν Αἰγύπτῳ· συμφοραί τε συμφοραῖς ἐπιγινόμεναι τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐπίεζον. ἅμα γὰρ τῇ ᾿Αλεξανδρέων ἐνεδήμησε 6.1.4 καὶ τὰς ἐκκλησίας κατασχεῖν ἐπεχείρησεν. ἀντιπεσόντος δὲ τοῦ πλήθους στάσεως αἰτία τοῖς κληρικοῖς ἐπλάκη καὶ ταῖς ἱεραῖς παρθένοις· ὡς πολεμίων δὲ καταδραμόντων τὴν πόλιν οἱ μὲν ἔφυγον, οἱ δὲ διωκόμενοι κατελαμβάνοντο καὶ δεσμῶται ἐφρουροῦντο· καὶ ἀπὸ τοῦ δεσμωτηρίου προαγόμενοι ἐτιμωροῦντο, οἱ μὲν ὄνυξι καὶ βοείαις αἰκιζόμενοι, οἱ δὲ ὑπὸ λαμπάσι πυρὸς φλεγόμενοι. παράδοξον δὲ ἦν ταῖς τιμωρίαις ἐπιβιῶναι, ἀποθανεῖν δὲ πρὸ τῆς τούτων πείρας ἢ ὑπερορίαν οἰκεῖν καταδικασθῆναι ζηλωτὸν ἐνομίζετο. 6.1.5 καὶ τὰ μὲν ὧδε ἐγίνετο. Πέτρος δὲ ὁ ἐπίσκοπος διαδρὰς ἀπὸ τοῦ δεσμωτηρίου, ὡς πρὸς ὁμόδοξον τὸν ῾Ρωμαίων ἐπίσκοπον νηὸς ἐπιτυχὼν ἀνέπλευσεν. 6.1.6 οἱ δὲ ᾿Αρείου καίπερ οὐ πολλοὶ ὄντες τῶν ἐκκλησιῶν ἐκράτησαν. ἐν αὐτῷ δὲ καὶ βασιλέως ἐπηκολούθησε πρόσταγμα, τῶν ὁμοδόξων τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ᾿Αλεξανδρείας τε καὶ αὐτῆς Αἰγύπτου ἀπελαῦνον ὅσους ἐκέλευε Λούκιος· ὧδε γὰρ ἦν προστεταγμένον τῷ ἡγουμένῳ τοῦ ἔθνους. Εὐζώιος δὲ κατωρθωμένων ὧν ἐσπούδαζεν ἐπὶ τὴν ᾿Αντιόχειαν ἀνέστρεψεν. 6..1 ῾Ο δὲ Λούκιος