129
παραλαβὼν τὸν ἡγεμόνα τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν σὺν πλήθει ἐπεστράτευε τοῖς ἐν ταῖς ἐρήμοις μοναχοῖς. ᾤετο γὰρ ἴσως, εἰ διενοχλήσειεν αὐτοὺς ἡσυχίας ἐρῶντας, πειθηνίους ἕξειν καὶ ταύτῃ μάλιστα 6..2 τοὺς ἐν ταῖς πόλεσι Χριστιανοὺς πρὸς αὐτὸν μεταστήσειν· καθότι πολλοὶ καὶ θεσπέσιοι ἄνδρες προΐσταντο τότε τῶν αὐτόθι μοναστηρίων καὶ πάντες τὴν ᾿Αρείου δόξαν ἀπεστρέφοντο· τῇ δὲ μαρτυρίᾳ τούτων καὶ τὸ πλῆθος ἑπόμενον ὁμοίως ἐφρόνει, διαλέγεσθαι μὲν καὶ περὶ δογμάτων ἀδολεσχεῖν οὔτε θέλον οὔτε ἐπιστάμενον, παρ' ἐκείνοις δὲ πειθόμενον εἶναι τὴν ἀλήθειαν, 6..3 οἳ τοῖς ἔργοις τὴν ἀρετὴν ἐπεδείκνυντο· ὁποίους τότε τῶν Αἰγυπτίων ἀσκητῶν ἡγεμόνας γενέσθαι ἀκούομεν τοὺς δύο Μακαρίους, οὓς ἐν τοῖς πρόσθεν ἔγνωμεν, καὶ Παμβὼ καὶ ῾Ηρακλείδην καὶ λοιποὺς ᾿Αντωνίου 6..4 μαθητάς. λογισάμενος οὖν Λούκιος, ὡς οὐκ ἐγγενήσεται τοῖς ᾿Αρείου βεβαίως κρατῆσαι τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰ μὴ τοὺς μοναχοὺς τούτους ὁμόφρονας σφίσιν ἀποδείξειεν, ἐπεχείρει βιάζεσθαι· πείθειν γὰρ 6..5 οὐκ ἠδύνατο. διημάρτανε δὲ καὶ οὕτως τοῦ σκοποῦ, εἰ καὶ ἀποθανεῖν δέοι, παρεσκευασμένων αὐτῶν καὶ τοὺς αὐχένας ἑτοίμως ὑποβαλλόντων τοῖς 6..6 ξίφεσιν, ἢ τῶν ἐν Νικαίᾳ δοξάντων ὑπεριδεῖν. λέγεται δὲ τότε προσδοκωμένων αὐτοῖς ἐπιθήσεσθαι τῶν στρατιωτῶν, διακομισθῆναί τινα πρὸς αὐτοὺς ἐκ πολλοῦ τὰ ἄρθρα ἀπεσκληκότα καὶ ἐπὶ τῶν ποδῶν στῆναι μὴ δυνάμενον. ἐπεὶ δὲ ἐλαίῳ τοῦτον ἔχρισαν, παρεκελεύσαντο ἐπ' ὀνόματι Χριστοῦ, ὃν Λούκιος διώκει, ἐξανίστασθαι καὶ οἴκαδε ἀπιέναι· ἐξαπίνης δὲ ὑγιὴς γενόμενος ὁ ἄνθρωπος ἀναφανδὸν ἀπέδειξε παραπλήσια χρῆναι δοξάζειν τούτοις, οἷς καὶ θεὸς αὐτὸς ἀλήθειαν ἐπεψηφίσατο κακηγορουμένου Λουκίου, καὶ καλούντων ἐπακούσας καὶ τὸν κάμνοντα ἰασάμενος. 6..7 ᾿Αλλ' οὐ παρὰ τοῦτο μετεμελήθησαν οἱ τούτοις τοῖς μοναχοῖς ἐπιβουλεύοντες, εἰσότε δὴ νύκτωρ αὐτοὺς συλλαβόμενοι διήγαγον εἰς Αἰγυπτίαν τινὰ νῆσον ὑπὸ λιμνῶν κυκλουμένην. ᾤκουν δὲ ταύτην ἄνδρες ἀμύητοι τοῦ Χριστιανῶν δόγματος καὶ δεισιδαίμονες, καθότι καὶ παλαιοτάτου ναοῦ παρ' 6..8 αὐτοῖς ὄντος πολὺ τούτου σέβας εἶχον. ὡς δὲ κατῆραν ἐνταῦθα, φασὶν ἅμα τῇ ἐπιβάσει τῶν ἀνδρῶν δαίμονι κρατηθεῖσαν τὴν θυγατέρα τοῦ ἱερέως εἰς ἀπάντησιν αὐτοῖς ἐλθεῖν· θεούσης δὲ καὶ βοώσης τῆς κόρης καταπλαγέντες 6.. οἱ τῇδε ἄνθρωποι τῷ αἰφνιδίῳ καὶ παραδόξῳ τοῦ πράγματος εἵποντο. ὡς δὲ πρὸς τῇ νηὶ ἐγένοντο, ἣ τοὺς ἱεροὺς πρεσβύτας ἔφερε, ποτνιωμένη καὶ ἐπὶ γῆν καλινδουμένη ἱκέτευε καὶ μέγα ἀνέκραγε· «τί δὴ καὶ πρὸς ἡμᾶς ἥκετε, ὦ τοῦ μεγάλου θεοῦ θεράποντες; νησίον γὰρ τοῦτο παλαιὸν ἡμῖν ἐστιν οἰκητήριον· ὀχλοῦμεν δὲ οὐδενί· πᾶσι δὲ τοῖς ἄλλοις ἀνθρώποις ἀγνῶτες αὐτόθι λανθάνομεν ταύταις ταῖς λίμναις περικεκλεισμένοι πάντοθεν· εἰ δὲ τοῦτο φίλον ὑμῖν, δέχεσθε τὸ ἡμέτερον κτῆμα καὶ οἰκεῖον ποιήσατε· ἡμεῖς 6..10 δὲ ὑπείκομεν.» καὶ ἡ μὲν τοιαύτας ἠφίει φωνάς· ἐπιτιμησάντων δὲ τῷ δαιμονίῳ τῶν ἀμφὶ Μακάριον ἡ παῖς ἐσωφρόνησεν· ἐντεῦθεν δὲ ὁ ταύτης πατὴρ σὺν τοῖς οἰκείοις καὶ ἡ νῆσος πανδημεὶ εἰς Χριστιανισμὸν μετέβαλε, καὶ ἀμελλητὶ καθελόντες τὸν παρ' αὐτοῖς ναὸν εἰς ἐκκλησίαν μετεσκεύασαν. 6..11 Ταῦτα δὲ τοῖς ἐν ᾿Αλεξανδρείᾳ ἀγγελλόμενα οὐ μετρίως ἐλύπει τὸν Λούκιον· ἐκινδύνευε γὰρ καὶ παρὰ τῶν ἰδίων μισεῖσθαι, ὡς οὐκ ἀνθρώποις, ἀλλ' αὐτῷ τῷ θεῷ προφανῆ πόλεμον καταγγέλλων· αὐτίκα τε λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ ἴδια ἤθη καὶ τὴν ἔρημον ἐπανελθεῖν προσέταξεν. 6..12 ῾Ο μὲν οὖν Λούκιος ὧδε τὴν Αἴγυπτον ἐδόνει. ὑπὸ δὲ τοῦτον τὸν χρόνον οὐ μόνον ∆ιδύμῳ τῷ φιλοσόφῳ κατ' ἐκεῖνο καιροῦ ἀκμάζοντι, ἀλλὰ καὶ ἄλλοις ἐλλογίμοις διέπρεπεν, ὧν εἰς τὴν ἀρετὴν ἀποβλέπουσα καὶ τῶν αὐτόθι μοναχῶν ἐναντίως εἶχε τοῖς ἀμφὶ Λούκιον. παρευδοκίμει δὲ τοὺς ᾿Αρείου πολλῷ τοῖς πλήθεσι καὶ διωκομένη ἡ κατ' Αἴγυπτον ἐκκλησία. 6.21.1 Τοῦτο δὲ τότε συνέβαινε καὶ παρὰ ᾿Οσροηνοῖς, οὐ μὴν ἀλλὰ καὶ Καππαδόκαις, οἷά γε ξυνωρίδα τινὰ θείαν καὶ λογιωτάτην λαχοῦσι