130
Βασίλειον τὸν Καισαρείας τῆς παρ' αὐτοῖς ἐπίσκοπον καὶ Γρηγόριον τὸν Ναζιανζοῦ. Συρία δὲ καὶ τὰ πέριξ ἔθνη, καὶ μάλιστα ἡ τῶν ᾿Αντιοχέων πόλις, ἐν ἀταξίαις καὶ ταραχαῖς ἦσαν πλειόνων μὲν ὄντων τῶν τὰ ᾿Αρείου φρονούντων καὶ τὰς 6.21.2 ἐκκλησίας ἐχόντων, οὐκ ὀλίγων δὲ ὄντων οὐδὲ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, οὓς Εὐσταθιανοὺς καὶ Παυλιανοὺς ὠνόμαζον, ὧν ἡγεῖτο Παυλῖνός τε καὶ Μελέτιος, ὡς ἐν τοῖς πρόσθεν ἔγνωμεν· διὰ δὲ τούτους ἡ ᾿Αντιοχέων ἐκκλησία πᾶσα κινδυνεύσασα γενέσθαι τῆς ᾿Αρείου αἱρέσεως μόλις ὑπερέσχεν ἐναντίον τῆς βασιλέως σπουδῆς καὶ τῶν ἀμφ' αὐτὸν δυναμένων. ὡς ἔοικε γάρ, εἰ συνέβη ἀνδρείους τὰς ἐκκλησίας ἰθύνειν, οὐ μετε6.21.3 βάλλοντο τῆς προτέρας δόξης τὰ πλήθη. ἀμέλει τοι καὶ Σκύθας λόγος διὰ τοιαύτην αἰτίαν ἐπὶ τῆς αὐτῆς μεῖναι πίστεως. τοῦτο δὲ τὸ ἔθνος πολλὰς μὲν ἔχει καὶ πόλεις καὶ κώμας καὶ φρούρια, μητρόπολις δέ ἐστι Τόμις, πόλις μεγάλη καὶ εὐδαίμων, παράλιος ἐξ εὐωνύμων εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον. εἰσέτι δὲ καὶ νῦν ἔθος παλαιὸν ἐνθάδε κρατεῖ τοῦ παντὸς ἔθνους ἕνα τὰς ἐκκλησίας ἐπισκοπεῖν. κατὰ δὴ τὸν παρόντα καιρὸν ἐπε6.21.4 τρόπευε τούτων Βρετανίων. καὶ Οὐάλης ὁ βασιλεὺς ἧκεν εἰς Τόμιν· ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἀφίκετο καὶ ὡς εἰώθει ἔπειθεν αὐτὸν κοινωνεῖν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἀνδρείως μάλα πρὸς τὸν κρατοῦντα παρρησιασάμενος περὶ τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἀπέλιπεν αὐτὸν 6.21.5 καὶ εἰς ἑτέραν ἦλθεν ἐκκλησίαν, καὶ ὁ λαὸς ἐπηκολούθησε· σχεδὸν γὰρ πᾶσα ἡ πόλις συνεληλύθεσαν βασιλέα τε ὀψόμενοι καὶ νεώτερον ἔσεσθαί τι προσδοκήσαντες· ἀπολειφθεὶς δὲ Οὐάλης σὺν τοῖς ἀμφ' αὐτὸν χαλεπῶς ἤνεγκε τὴν ὕβριν, καὶ συλληφθέντα Βρετανίωνα εἰς ὑπερορίαν ἄγεσθαι προσέταξε. 6.21.6 καὶ οὐκ εἰς μακρὰν αὖθις ἐπανάγεσθαι ἐπέτρεψε. χαλεπαίνοντας γὰρ ὡς οἶμαι πρὸς τὴν φυγὴν τοῦ ἐπισκόπου ἰδὼν τοὺς Σκύθας ἐδεδίει, μή τι νεωτερίσωσιν, ἀνδρείους τε ἐπιστάμενος καὶ τῇ θέσει τῶν τόπων ἀναγκαίους τῇ ῾Ρωμαίων οἰκουμένῃ καὶ τῶν κατὰ τόδε τὸ κλίμα βαρβάρων προβεβλημένους. Βρετανίων μὲν οὖν ὧδε κρείττων ἀνεφάνη τῆς τοῦ κρατοῦντος σπουδῆς, ἀνὴρ τά τε ἄλλα ἀγαθὸς καὶ ἐπὶ βίου ἀρετῇ ἐπίσημος, ὡς καὶ αὐτοὶ 6.21.7 Σκύθαι μαρτυροῦσιν. ὡς ἐπίπαν δὲ πᾶς κλῆρος ἐπειράθη διὰ ταῦτα τῆς τοῦ βασιλέως ὀργῆς, πλὴν τῶν πρὸς ἑσπέραν τῆς ἀρχομένης ἐκκλησιῶν, καθότι τῶν ἐπέκεινα ῾Ρωμαίων ἦρχεν Οὐαλεντινιανός, ἐπαινέτης τε ὢν τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου καὶ εὐλαβῶς εἰσάγαν περὶ τὸ θεῖον ἔχων, ὡς μήτε ἐπιτάττειν τοῖς ἱερεῦσι μηδὲν μήτε ἄλλως αἱρεῖσθαι νεωτερίζειν ἐπὶ χείρονι ἢ ἀμείνονι δοκοῦντι περὶ τοὺς τῆς ἐκκλησίας θεσμούς· τάδε γὰρ κρείττω τῆς αὐτοῦ δοκιμασίας ἡγεῖτο, καίπερ βασιλεὺς ἄριστος γεγονὼς καὶ ἱκανὸς ἄρχειν διὰ τῶν πραγμάτων ἀναφανείς. 6.22.1 ᾿Εν τούτῳ δὲ πάλιν ἤδη μὲν πρότερον ἀρξαμένη, νῦν δὲ πλέον ἐπιδοῦσα ζήτησις ἦν, εἰ καὶ τὸ ἅγιον πνεῦμα πατρί τε καὶ υἱῷ ὁμοούσιον δοξάζειν προσῆκεν. ἐριστικαί τε καὶ περὶ τούτου πολλαὶ διαλέξεις οὐχ ἧττον ἢ πρό6.22.2 τερον περὶ τοῦ θεοῦ λόγου συνέβησαν. κατὰ τοῦτο δὲ ἀλλήλοις συνεφέροντο οἵ τε ἀνόμοιον καὶ ὁμοιούσιον τὸν υἱὸν εἶναι λέγοντες· ἀμφότεροι γὰρ διακονικὸν καὶ τρίτον τῇ τάξει καὶ τῇ τιμῇ καὶ τῇ οὐσίᾳ ἀλλοῖον τὸ πνεῦμα ἰσχυρίζοντο· ὅσοι δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν ἐδόξαζον, τὰ αὐτὰ καὶ 6.22.3 περὶ τοῦ πνεύματος ἐφρόνουν. οὐκ ἀγεννῶς δὲ τούτῳ τῷ λόγῳ συνίσταντο ἐν μὲν τῇ Συρίᾳ ᾿Απολινάριος ὁ Λαοδικεύς, ἐν Αἰγύπτῳ δὲ ᾿Αθα- νάσιος ὁ ἐπίσκοπος, παρὰ δὲ Καππαδόκαις καὶ ταῖς παρὰ τὸν Πόντον ἐκκλη6.22.4 σίαις Βασίλειος καὶ Γρηγόριος. ἀνακινουμένης δὲ τῆς τοιαύτης ζητήσεως καὶ ὡς εἰκὸς ταῖς φιλονικίαις ὁσημέραι πλέον ἐπιδιδούσης, μαθὼν ὁ ῾Ρώμης ἐπίσκοπος ἔγραψε ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις σὺν τοῖς ἀπὸ τῆς δύσεως ἱερεῦσι τριάδα ὁμοούσιον καὶ ὁμόδοξον πρεσβεύειν. τούτου δὲ γενομένου ὡς ἐπὶ κεκριμένοις ἅπαξ παρὰ τῆς ῾Ρωμαίων ἐκκλησίας ἡσυχίαν ἦγον ἕκαστοι, καὶ τέλος ἔχειν ἔδοξεν ἡ