131
τοιαύτη ζήτησις. 6.23.1 Περὶ δὲ τοῦτον τὸν χρόνον Λιβερίου τελευτήσαντος ἐπιτρέπεται ∆άμασος τὸν ῾Ρωμαίων θρόνον. ὑπόψηφος δὲ ὢν τῇ χειροτονίᾳ καὶ Οὐρσακῖνός τις διάκονος, ἀποτυχὼν οὐκ ἤνεγκε· λάθρα δὲ ὑπό τινων ἀσήμων ἐπισκόπων χειροτονηθεὶς διασπᾶν τὸν λαὸν ἐσπούδαζε καὶ καθ' ἑαυτὸν ἐκκλη6.23.2 σιάζειν. μερισθέντος δὲ τοῦ πλήθους οἱ μὲν τοῦτον, οἱ δὲ ∆άμασον ἐπισκοπεῖν ἠξίουν· καὶ πολλὴ τὸν δῆμον ὡς εἰκὸς ἔρις εἶχε καὶ στάσις, ὡς μέχρι τραυμάτων καὶ φόνων τὸ κακὸν προελθεῖν, εἰσότε δὴ ὁ τῆς ῾Ρώμης ὕπαρχος πολλοὺς τοῦ δήμου καὶ τοῦ κλήρου τιμωρίαις ὑποβαλὼν ἔπαυσε 6.23.3 τὴν Οὐρσακίνου ἐπιχείρησιν. δογμάτων δὲ πέρι, καθὰ πρότερον, οὔτε ῾Ρωμαῖοι διεφέροντο οὔτε ἕτεροι τῶν ἀνὰ τὴν δύσιν, ἀλλὰ πάντες τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπῄνουν καὶ τριάδα ἰσότιμόν τε καὶ ἰσοδύναμον 6.23.4 ἐδόξαζον, πλὴν τῶν ἀμφὶ τὸν Αὐξέντιον· ὃς προεστὼς τότε τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ἅμα τισὶν ἐπεχείρει νεωτερίζειν καὶ παρὰ τὴν κοινὴν συνθήκην τῶν πρὸς δύσιν ἱερέων τὸ ᾿Αρείου δόγμα κρατύνειν καὶ τὰ ἴσα φρονεῖν τοῖς ἀνόμοιον καὶ τὸ πνεῦμα δοξάζουσι κατὰ τὴν ὕστερον ἐπιγενο6.23.5 μένην ζήτησιν. καταμηνυσάντων δὲ τῶν ἀπὸ Γαλλίας καὶ Βενετίας καὶ παρ' ἑτέρων τινῶν ταῦτα σπουδάζεσθαι παρ' αὐτοῖς, οὐ πολλῷ ὕστερον πολλῶν ἐθνῶν ἐπίσκοποι συνελθόντες εἰς ῾Ρώμην ἐψηφίσαντο τῆς αὐτῶν κοινωνίας ἀλλότριον εἶναι Αὐξέντιον καὶ τοὺς ὁμοίως αὐτῷ δοξάζοντας, βεβαίαν δὲ μένειν τὴν παραδοθεῖσαν πίστιν παρὰ τῆς ἐν Νικαίᾳ συνόδου, τῶν ἐν ᾿Αριμήνῳ δοξάντων ὑπεναντίων ταύτης ἀκύρων ὄντων, ὡς μήτε τοῦ ῾Ρωμαίων ἐπισκόπου μήτε τῶν ἄλλων συνθεμένων αὐτοῖς καὶ ὡς πολλῶν τῶν αὐτόθι συνελθόντων ἀπαρεσθέντων τοῖς τότε παρ' αὐτῶν δεδογμένοις. 6.23.6 ταῦτα δὲ οὕτως γενέσθαι καὶ δόξαι μαρτυρεῖ καὶ ἡ ἐπιστολὴ ∆αμάσου τοῦ ῾Ρωμαίων ἐπισκόπου καὶ τῶν ἅμα αὐτῷ τότε συνελθόντων πρὸς τοὺς ᾿Ιλλυ-ριῶν ἐπισκόπους γραφεῖσα· ἔχει δὲ ὧδε· 6.23.7 «Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς ῾Ρωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες "7τοῖς ἐν τῷ ᾿Ιλλυρικῷ καθεστῶσιν ἐπισκόποις, ∆άμασος καὶ Οὐαλέριος καὶ "7οἱ λοιποὶ τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν. 6.23.8 "7Πιστεύομεν τὴν ἁγίαν πίστιν ὑμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων "7θεμελιωθεῖσαν ταύτην κατέχειν καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ "7τῶν ὁρισθέντων παρὰ τῶν πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ. οὐδὲ γὰρ ἄλλως "7ἁρμόζει διανοεῖσθαι τοὺς τοῦ θεοῦ ἱερεῖς, ὑφ' ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς 6.23. "7παιδεύεσθαι. ἀλλὰ δι' ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν "7ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν, ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι "7ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι εἰκαίαις "7ἑρμηνείαις †ἀνθίσταται†· ἀπὸ οὖν τῶν διαφόρους διδασκαλίας διανοου"7μένων μὴ παρολισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν "7γνώμην, ὁσάκις ἂν διαφόροις βουλαῖς περιφέρωνται. τοιγαροῦν Αὐξέντιον "7τὸν Μεδιολάνου ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέ6.23.10 "7γραπται. δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ ῾Ρωμαίων κόσμῳ διδασκά"7λους ὁμοφρονεῖν καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν· καὶ "7γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν "7μάλιστα, ὅπερ ἀπείη, τῶν ᾿Αρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τρια"7κόσιοι δέκα ὀκτὼ ἐπίλεκτοι, εἰς Νίκαιαν γενομένου σκέμματος, τοῦτο τὸ "7τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν καὶ ταύτῃ τῇ ἀντιδότῳ "7τὰ θανάσιμα φάρμακα ἀπεώσαντο, ὥστε τὸν πατέρα καὶ τὸν υἱὸν μιᾶς "7θεότητος, μιᾶς ἀρετῆς καὶ ἑνὸς σχήματος πιστεύεσθαι· χρὴ δὲ τῆς αὐτῆς "7ὑποστάσεως καὶ τὸ πνεῦμα τὸ ἅγιον πιστεύειν· τὸν δὲ ἄλλως φρονοῦντα 6.23.11 "7ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας ἐκρίναμεν. ὅνπερ σωτηριώδη "7ὅρον καὶ τὴν προσκυνητὴν σκέψιν τινὲς μιᾶναι ἠθέλησαν. ἀλλ' ἐν αὐτῇ "7τῇ ἀρχῇ ἀπ' αὐτῶν τούτων, οἵτινες τοῦτο ἐν ᾿Αριμήνῳ ἀνανεώσασθαι ἢ