1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

132

"7ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη, ὡς ὁμολογεῖν αὐτοὺς "7ἑτέρᾳ τινὶ διαλέξει ὑφηρπάσθαι, ὅτι οὐκ ἐνόησαν τῇ τῶν πατέρων γνώμῃ 6.23.12 "7τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι. οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη "7γενέσθαι ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν ᾿Αριμήνῳ συναχθέντων, ὁπότε συνέστηκε "7μήτε τοῦ ῾Ρωμαίων ἐπισκόπου, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, "7οὔτε Βικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, "7οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὼς "7προειρήκαμεν, αὐτοὶ οὗτοι, οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, "7οὗτοι καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο. 6.23.13 "7Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν "7Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεῖ βεβαι"7ότητι καθεκτέον εἶναι, καὶ μεθ' ἡμῶν τοὺς ἀνατολικούς, οἵτινες ἑαυτοὺς 6.23.14 "7τῆς καθολικῆς εἶναι ἐπιγιγνώσκουσι, τοὺς δὲ δυτικοὺς καυχᾶσθαι. πι"7στεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοοῦντας αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ "7τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι <καὶ περιαιρεθήσεσθαι> αὐτῶν τὸ "7τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας "7ἀναπνεῦσαι. οὐδενὶ γὰρ τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν 6.23.15 "7ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται. συμφωνείτω τοίνυν "7μετὰ πάντων τῶν τοῦ θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, "7ἐν ᾗ ὑμᾶς παγίους καὶ βεβαίους πιστεύομεν. ὅτι δὲ οὕτως ἡμεῖς μεθ' ὑμῶν "7πιστεύειν ὀφείλομεν, τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης ἐπιδείξασθε.» 6.24.1 Οἱ μὲν οὖν πρὸς δύσιν ἱερεῖς ὧδε φθάνοντες τοὺς παρ' αὐτοῖς νεωτερίζοντας, ἐπιμελῶς ἐφύλαττον τὴν ἀρχῆθεν παραδοθεῖσαν αὐτοῖς πίστιν, ὡς κομιδῇ ὀλίγους ἐνθάδε ἑτεροδόξους γενέσθαι καὶ σχεδὸν μόνους τοὺς ἀμφὶ 6.24.2 τὸν Αὐξέντιον. οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος θανάτῳ ἐκποδὼν ἐγένετο· τελευτήσαντος δὲ αὐτοῦ ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνου ἐκκλησίαν ἐπισκοπεῖν· καὶ ἡ πόλις ἐκινδύνευεν. ἕκαστοι γὰρ ἀποτυχόντες ἠπείλουν ποιεῖν ἃ φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις ταραχαῖς. δείσας δὲ τὴν τοῦ δήμου κίνησιν ᾿Αμβρόσιος ὁ τότε τοῦ ἔθνους ἡγούμενος, ἐλθὼν εἰς τὴν ἐκκλησίαν συνεβούλευε τοῖς πλήθεσι παύεσθαι τῆς ἔριδος, 6.24.3 νόμων ὑπομιμνήσκων ὁμονοίας τε καὶ τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν. οὔπω δὲ αὐτοῦ παυσαμένου περὶ τούτων δημηγορεῖν ἐξαπίνης πάντες ἀφέμενοι τῆς πρὸς ἀλλήλους ὀργῆς ἐπ' αὐτὸν τὸν σύμβουλον τῆς ὁμονοίας ἄγουσι τὴν τῆς ἐπισκοπῆς ψῆφον, καὶ βαπτίζεσθαι παρεκελεύοντο (ἔτι γὰρ ἀμύητος ἦν) 6.24.4 καὶ τὴν ἱερωσύνην παραλαμβάνειν ἐδέοντο. ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο καὶ ἀπεμάχετο καὶ ἀτεχνῶς τὸ πρᾶγμα ἀπέφευγεν, ὁ δὲ δῆμος ἐπέκειτο καὶ τῆς ἔριδος οὐκ ἄλλως ἀνήσειν ἰσχυρίζετο, μηνύεται τάδε ταῖς ἐν τοῖς βασιλείοις ἀρχαῖς. ἅμα δὲ τῇ περὶ τούτων ἀγγελίᾳ λέγεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς εὔξασθαι καὶ φάναι χάριν ὁμολογεῖν τῷ θεῷ ὡς ἱερᾶσθαι ἐπιλεγομένῳ οὓς αὐτὸς ἄρχειν προβάλλεται. μαθὼν δὲ τὴν τοῦ πλήθους ἔνστασιν καὶ τὴν ᾿Αμβροσίου παραίτησιν συνέβαλεν ἐπὶ ὁμονοίᾳ τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ταῦτα βραβεύειν τὸν θεόν, καὶ τὴν ταχίστην αὐτὸν χειροτονεῖσθαι 6.24.5 προσέταξεν. ἅμα δὲ ἐμυήθη καὶ τὴν ἱερωσύνην παρέλαβεν, ὁμοφρονεῖν πέπεικε περὶ τὰ θεῖα τὴν ὑπ' αὐτὸν ἐκκλησίαν, ἐπὶ πολλῷ χρόνῳ διχονοίᾳ καμοῦσαν ἐκ τῆς Αὐξεντίου προστασίας. ᾿Αλλ' οἷος μὲν ᾿Αμβρόσιος οὗτος μετὰ τὴν χειροτονίαν ἐγένετο καὶ ὡς ἀνδρείως καὶ μάλα θείως τὴν ἱερωσύνην διήνυσεν, ἐν τοῖς ἑξῆς κατὰ χώραν 6.24.6 λελέξεται. περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὴν Φρυγίαν Ναυατιανοὶ παρὰ τὸ πρότερον εἰωθὸς ἤρξαντο μετὰ τῶν ᾿Ιουδαίων τὴν τοῦ πάσχα ἑορτὴν ἐπιτελεῖν. Ναυάτος μὲν γάρ, ὃς ἀρχηγὸς ἐγένετο τῆς αἱρέσεως, τοὺς μεταμελομένους ἐπὶ τοῖς ἁμαρτήμασιν εἰς κοινωνίαν οὐ προσίετο καὶ τοῦτο μόνον ἐκαινοτόμει· παραπλησίως δὲ τῇ ῾Ρωμαίων ἐκκλησίᾳ μετὰ τὴν