1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

133

ἐαρινὴν ἰσημερίαν διετέλεσεν αὐτός τε καὶ οἱ μετ' αὐτὸν ταύτην ἄγοντες τὴν ἑορτήν, 6.24.7 εἰσότε δὴ ἐπὶ ταύτης τῆς ἡγεμονίας τινὲς τῶν ἀνὰ τὴν Φρυγίαν Ναυατιανῶν ἐπισκόπων συνελθόντες ἐν Παζουκώμῃ (χωρίον δὲ τοῦτο Φρυγῶν ὅθεν Σαγαρίου τοῦ ποταμοῦ αἱ πηγαὶ ῥέουσιν) ὡς οὐδὲ ταύτῃ κοινωνεῖν ἀξιοῦντες τοῖς ἑτέρως αὐτοῖς δοξάζουσιν ἴδιον ἔθεντο νόμον, ὥστε τὴν τῶν ἀζύμων 6.24.8 ἐπιτηρεῖν ἑορτὴν καὶ σὺν τοῖς ᾿Ιουδαίοις τὸ πάσχα ἐπιτελεῖν. οὐκ ἐκοινώνει δὲ ταύτῃ τῇ συνόδῳ οὔτε ᾿Αγέλιος ὁ τῶν ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐπίσκοπος οὔτε ὁ Νικαίας ἢ ὁ Νικομηδείας ἢ ὁ Κοτυαείου (πόλις δὲ αὕτη Φρυγίας οὐκ ἄσημος), οὓς δὴ κυρίους καὶ κολοφῶνας, ὡς εἰπεῖν, οἱ Ναυατιανοὶ νομίζουσι τῶν περὶ τὴν οἰκείαν αἵρεσιν καὶ τὰς αὐτῶν ἐκκλη6.24. σίας πραττομένων. ἐκ ταύτης δὲ τῆς αἰτίας ὅπως καὶ οὗτοι εἰς διαφορὰν κατέστησαν καὶ σφᾶς αὐτοὺς διατεμόντες χωρὶς ἐκκλησίαζον, κατὰ καιρὸν ἐρῶ. 6.25.1 ᾿Εν τούτῳ δὲ εἰς τὸ προφανὲς προΐστατο ᾿Απολινάριος τῆς ἀπ' αὐτοῦ ὀνομαζομένης αἱρέσεως, καὶ πολλοὺς ἀποτεμὼν τῆς ἐκκλησίας καθ' ἑαυτὸν συνῆγε. συνελάβετο δὲ αὐτῷ πρὸς τὴν τοῦ οἰκείου δόγματος σύστασιν καὶ Βιτάλιος, πρεσβύτερος ᾿Αντιοχεὺς τῶν ὑπὸ Μελέτιον ἱερωμένων, ἀνὴρ εἰ καί τις ἄλλος ἐκ τοῦ βίου καὶ τῆς πολιτείας ἐπιφανὴς καὶ περὶ τοὺς ὑπ' αὐτὸν 6.25.2 ἀγομένους σπουδαῖος καὶ τούτου χάριν τῷ λαῷ σεβάσμιος. μετ' οὐ πολὺ γὰρ ἀποσχίσας ἑαυτὸν τῆς Μελετίου κοινωνίας ᾿Απολιναρίῳ προσέθετο· καὶ τῶν τὰ αὐτὰ δοξαζόντων ἐπὶ τῆς ᾿Αντιοχέων ἡγεῖτο, αἰδοῖ τῆς αὐτοῦ πολιτείας πλῆθος οὐκ ὀλίγον πειθόμενον ἔχων, οἳ καὶ ἀπ' αὐτοῦ τὴν προσηγορίαν 6.25.3 ἔλαχον, Βιταλιανοὶ παρὰ ᾿Αντιοχεῦσιν εἰσέτι νῦν ὀνομαζόμενοι. λέγεται δὲ τοῦτο παθεῖν ὑπὸ λύπης, ὡς ὑπεροφθεὶς καὶ παρὰ Φλαβιανοῦ, ὃς ὕστερον ἐπετράπη τὸν ᾿Αντιοχέων θρόνον, συμπρεσβυτέρου τότε ὄντος αὐτῷ, κωλυθεὶς συνήθως ἰδεῖν τὸν ἐπίσκοπον· παρευδοκιμεῖσθαι γὰρ νομίσας ἀνθρώπειον ὑπέστη· καὶ πρὸς ᾿Απολινάριον ἐλθὼν ἐκοινώνησε καὶ φίλον αὐτὸν 6.25.4 εἶχεν. ἐκ τούτου δὲ καὶ ἐν ἄλλαις πόλεσι χωρὶς ἐκκλησίαζον ὑπὸ ἐπισκόποις ἰδίοις, καὶ θεσμοῖς ἐχρῶντο ἀλλοτρίοις τῆς καθόλου ἐκκλησίας, παρὰ τὰς νενομισμένας ἱερὰς ᾠδὰς ἔμμετρά τινα μελύδρια ψάλλοντες παρ' αὐ6.25.5 τοῦ ᾿Απολιναρίου ηὑρημένα. πρὸς γὰρ τῇ ἄλλῃ παιδεύσει καὶ ποιητικὸς ὢν καὶ παντοδαπῶν μέτρων εἰδήμων καὶ τοῖς ἐντεῦθεν ἡδύσμασι τοὺς πολλοὺς ἔπειθεν αὐτῷ προσέχειν· ἄνδρες τε γὰρ παρὰ τοὺς πότους καὶ ἐν ἔργοις καὶ γυναῖκες παρὰ τοὺς ἱστοὺς τὰ αὐτοῦ μέλη ἔψαλλον. σπουδῆς γὰρ καὶ ἀνέσεως καὶ ἑορτῶν καὶ τῶν ἄλλων πρὸς τὸν ἑκάστου καιρὸν εἰδύλλια αὐτῷ πεπόνητο, πάντα εἰς εὐλογίαν θεοῦ τείνοντα. 6.25.6 Μαθὼν οὖν ταύτην τὴν αἵρεσιν εἰς πολλοὺς ἕρπειν πρῶτος ∆άμασος ὁ ῾Ρωμαίων ἐπίσκοπος καὶ Πέτρος ὁ ᾿Αλεξανδρείας, συνόδου γενομένης ἐν 6.25.7 ῾Ρώμῃ, ἀλλοτρίαν τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. λέγεται δὲ καὶ ᾿Απολινάριος ὁμοίως ὑπὸ μικροψυχίας νεωτερίσαι περὶ τὸ δόγμα ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα γὰρ ᾿Αθανάσιος ὁ τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγὴν προσετάχθη ἐπανελθεῖν εἰς Αἴγυπτον, διοδεύοντι τὴν Λαοδίκειαν συνήθης αὐτῷ ἐγένετο καὶ εἰς τὰ μάλιστα φίλος. 6.25.8 ἀπωμότου δὲ οὔσης τῆς πρὸς αὐτὸν κοινωνίας τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ὧν ἦν καὶ Γεώργιος ὁ ἐνθάδε ἐπίσκοπος, ὑβριστικῶς ἐκβάλλεται τῆς ἐκκλησίας, ὡς παρὰ κανόνας καὶ τοὺς τῶν ἱερέων νόμους ᾿Αθανασίῳ συγγενόμενος. ἐπῃτιᾶτο δὲ αὐτὸν διὰ ταῦτα, καὶ εὐθύνας παλαιῶν ἁμαρτημάτων 6.25. μεταμελείᾳ λελυμένων ὠνείδιζεν. ἔτι γὰρ Θεοδότου τοῦ πρὸ αὐτοῦ τὴν Λαοδικέων ἐκκλησίαν ἰθύνοντος, κατ' ἐκεῖνο καιροῦ διαπρέπων ᾿Επιφάνιος ὁ σοφιστὴς ὕμνον εἰς τὸν ∆ιόνυσον παρῄει· διδασκάλῳ δὲ αὐτῷ χρώμενος ᾿Απολινάριος (ἔτι γὰρ νέος ἦν) παρεγένετο τῇ ἀκροάσει σὺν τῷ πατρί· ὁμώ6.25.10 νυμος δὲ ἦν αὐτῷ, γραμματικὸς οὐκ ἄσημος. ἐπεὶ δὲ τοῦ λόγου ἀρχόμενος ᾿Επιφάνιος, ὡς ἔθος τοῖς τὰ τοιάδε ἐπιδεικνυμένοις λέγειν,