134
τοὺς ἀμυήτους καὶ βεβήλους ἐξιέναι θύραζε ἐκέλευεν, οὔτε δὲ ᾿Απολινάριος ὁ νέος οὔτε ὁ πρεσβύτης οὔτε ἕτερός τις τῶν παρόντων Χριστιανῶν τῆς ἀκροάσεως ἀπε6.25.11 χώρησε, μαθὼν ταῦτα Θεόδοτος ὁ ἐπίσκοπος χαλεπῶς ἤνεγκε· καὶ τοῖς μὲν ἄλλοις ἐν λαῷ τεταγμένοις μετρίως ἐγκαλέσας συγγνώμην ἔνειμεν, ᾿Απολιναρίω δὲ ἄμφω δημοσίᾳ τὴν ἁμαρτίαν ἐλέγξας τῆς ἐκκλησίας ἀφώρισεν· ἤστην γὰρ κληρικώ, ὁ μὲν πατὴρ πρεσβύτερος, ὁ δὲ παῖς ἀναγνώστης ἔτι τῶν ἱερῶν γραφῶν. χρόνου δέ τινος διαγενομένου ἐν δάκρυσι καὶ νηστείαις 6.25.12 ἐπαξίως τῆς ἁμαρτίας μεταμεληθέντας προσίεται πάλιν Θεόδοτος. ὡς δὲ τὴν αὐτὴν ἐπισκοπὴν ἔλαχε Γεώργιος καὶ ἡ πρὸς ᾿Αθανάσιον συνουσία γέγονεν ᾿Απολιναρίῳ ὡς εἴρηται, ἀκοινώνητον αὐτὸν ἀποφαίνει καὶ τῆς ἐκκλησίας ἀλλότριον. ὁ δὲ λέγεται μὲν πολλάκις αὐτοῦ δεηθῆναι τὴν κοινωνίαν 6.25.13 ἀπολαβεῖν· ὡς δὲ οὐκ ἔπειθε, λύπῃ κρατηθεὶς ἐτάραξε τὴν ἐκκλησίαν, καὶ δογμάτων καινότητι τὴν εἰρημένην αἵρεσιν εἰσήγαγεν, ᾧπερ ἠδύνατο-τέχνῃ φημὶ λόγων-τὸν ἐχθρὸν ἀμυνόμενος καὶ διελέγχων, ὡς ἐν διδασκαλίᾳ ἱερῶν δογμάτων οὐ τοιοῦτος ὢν τὸν ἀμείνω καθεῖλεν. οὕτω πῃ αἱ ἴδιαι ἔχθραι τῶν κατὰ καιρὸν κληρικῶν τὰ μέγιστα τὴν ἐκκλησίαν ἔβλαψαν καὶ 6.25.14 τὴν θρησκείαν εἰς πολλὰς αἱρέσεις κατέτεμον. τεκμήριον δὲ τοῦτο· εἰ γὰρ ὁμοίως Θεοδότῳ καὶ Γεώργιος μεταμεληθέντα ᾿Απολινάριον ἐδέξατο, οὐκ ἄν, οἶμαι, ἡ ἀπ' αὐτοῦ καλουμένη αἵρεσις ἦν. ἡ γὰρ ἀνθρωπεία φύσις ὑπερφρονουμένη μὲν ἀπαυθαδίζεται καὶ εἰς φιλονικίαν καὶ νεωτερισμοὺς καθίσταται, ἀπολαύουσα δὲ τῶν ἴσων μετριάζειν καὶ ἐπὶ τῶν αὐτῶν μένειν φιλεῖ. 6.26.1 ᾿Αμφὶ δὲ τοῦτον τὸν χρόνον καὶ Εὐνόμιος, ὃς ἀντὶ ᾿Ελευσίου τὴν ἐν Κυζίκῳ ἐκκλησίαν κατεῖχε, τῆς ᾿Αρείου αἱρέσεως προϊστάμενος ἑτέραν παρὰ ταύτην εἰσηγήσατο, ἣν οἱ μὲν ἀπ' αὐτοῦ ὀνομάζουσιν, οἱ δὲ τὴν τῶν ᾿Ανο6.26.2 μοίων καλοῦσι. φασὶ δέ τινες πρῶτον τοῦτον Εὐνόμιον τολμῆσαι εἰσηγήσασθαι ἐν μιᾷ καταδύσει χρῆναι ἐπιτελεῖν τὴν θείαν βάπτισιν, καὶ παραχαράξαι τὴν ἀπὸ τῶν ἀποστόλων εἰσέτι νῦν ἐν πᾶσι φυλαττομένην παράδοσιν, καὶ ὡς ἐπίπαν ἑτέραν τινὰ τῆς αὐτοῦ ἐκκλησίας ἐξευρεῖν ἀγωγήν, 6.26.3 σεμνότητι καὶ ἀκριβείᾳ πλείονι τὴν καινότητα περιπέττουσαν. ἐγένετο δὲ καὶ τεχνίτης λόγων καὶ ἐριστικὸς καὶ συλλογισμοῖς χαίρων· τοιούτους δὲ τοὺς πολλοὺς τῶν τὰ αὐτοῦ φρονούντων ἔστιν ἰδεῖν. οὐ μᾶλλον γὰρ ἐπαινοῦσι βίον ἀγαθὸν ἢ τρόπον ἢ τὸν περὶ τοὺς δεομένους ἔλεον, εἰ μὴ τὰ αὐτὰ δοξάζοιεν, ὅσον εἴ τις ἐριστικῶς διαλέγοιτο καὶ κρατεῖν δοκοίη συλλο6.26.4 γιζόμενος· ὁ τοιοῦτος γὰρ εὐσεβὴς παρὰ πάντας νομίζεται. ὡς δ' ἄλλοις δοκεῖ, τἀληθέστερον οἶμαι λέγουσιν, ὡς Θεοφρόνιος ὁ Καππαδόκης καὶ Εὐτύχιος, σπουδασταὶ ταύτης τῆς αἱρέσεως, ἀποτεμόντες σφᾶς ἐπὶ τῆς ἐχομένης βασιλείας περί τε ἄλλα τῶν Εὐνομίῳ δοξάντων καὶ περὶ τὴν θείαν βάπτισιν ἐνεωτέρισαν, οὐκ εἰς τριάδα, ἀλλ' εἰς τὸν τοῦ Χριστοῦ θάνατον 6.26.5 βαπτίζεσθαι εἰσηγησάμενοι· Εὐνόμιον μέντοι μηδὲν περὶ τούτου καινοτομῆσαι, ἀλλ' ἐξ ἀρχῆς τοῦτον τὰ ᾿Αρείου φρονῆσαι καὶ οὕτω διαμεῖναι, ἐπίσκοπον δὲ Κυζίκου γενόμενον κατηγορηθῆναι παρὰ τῶν ὑπ' αὐτὸν κλη6.26.6 ρικῶν ὡς νεωτέρων δογμάτων εἰσηγητήν. τηνικαῦτα δὲ Εὐδόξιον τὸν ἡγούμενον ἐν Κωνσταντινουπόλει τῆς ᾿Αρείου αἱρέσεως μετακαλεσάμενον αὐτὸν ἐπιτρέψαι τῷ λαῷ προσομιλῆσαι περὶ τοῦ δόγματος· μὴ καταγνόντα δὲ μηδὲν προτρέψασθαι μὲν εἰς Κύζικον ἐπανελθεῖν, τὸν δὲ φῆσαι μὴ αἱρεῖσθαι λοιπὸν τοῖς ἐν ὑπονοίᾳ αὐτῷ γενομένοις συνεῖναι, καὶ πρόφασιν ταύ6.26.7 την τοῦ χωρισμοῦ ποιήσασθαι, τὸ δὲ ἀληθὲς ὅτι ᾿Αέτιον τὸν αὐτοῦ διδάσκαλον οὐ προσεδέξαντο· ἐφ' ἑαυτοῦ δὲ μεῖναι μηδὲν τῆς προτέρας δόξης παραλλάξαντα. ταῦτα οἱ μὲν ὧδε, οἱ δὲ ἑτέρως λέγουσιν. ἀλλ' εἴτε Εὐνόμιος εἴτε ἄλλοι τινὲς περὶ τὴν παράδοσιν τοῦ βαπτίσματος ταῦτα ἐνεωτέρισαν, ἐμοὶ δοκεῖ μόνοι κατὰ τὸν αὐτὸν λόγον κινδυνεύουσιν ἄμοιροι τῆς θείας 6.26.8 βαπτίσεως τὸν βίον καταλιπεῖν. ἢ γὰρ