135
κατὰ τὸ νενομισμένον ἐξ ἀρχῆς βαπτισθέντες πρότερον αὐτοὶ ἑαυτοὺς ἀναβαπτίζειν οὐκ ἠδύναντο, ἢ τὸ μὴ συμβὰν ἐπὶ αὐτῶν τὴν ἀρχὴν εἰσηγοῦντο, καὶ ὃ μήτε αὐτοὶ ἦσαν μήτε δι' ἄλλων ἐγένοντο, τοῦτο ἑτέρους ἐποίουν, καὶ ἐξ ἀνυποστάτου τινὸς ἀρχῆς καὶ ἰδίας καταλήψεως τουτὶ τὸ δόγμα συστησάμενοι, ἃ μὴ αὐτοὶ παρειλήφασιν, 6.26. ἄλλοις παραδεδώκασιν, ὅπερ εὔηθές ἐστι. συνωμολόγηται γὰρ καὶ παρ' αὐτῶν τοὺς ἀμυήτους μὴ δύνασθαι ἄλλους βαπτίζειν· ὁ δὲ τῷ τρόπῳ τῆς αὐτῶν παραδόσεως μὴ βαπτισθεὶς ἀβάπτιστος αὐτοῖς εἶναι δοκεῖ, ὡς μὴ δεόντως μυηθείς· καὶ μαρτυροῦσιν αὐτοὶ οὓς ἂν δύνωνται πείθειν τὰ αὐτῶν φρονεῖν ἀναβαπτίζοντες, εἰ καὶ ἔφθασαν μυηθῆναι κατὰ τὴν παράδοσιν τῆς 6.26.10 καθόλου ἐκκλησίας. ἐθορύβει μὲν οὖν οὐ μετρίως καὶ ταῦτα τὴν θρησκείαν, καὶ τοῖς ἐθέλουσι χριστιανίζειν ἐμπόδιον ἐγένετο τὸ διάφορον τῶν ἐπιγενομένων δογμάτων. ἑκάστοτε γὰρ καρτεραὶ διαλέξεις ἐγίνοντο καὶ ὡς ἐν ἀρχομέναις αἱρέσεσιν ἤκμαζον, οὐ τοὺς τυχόντας σπουδῇ καὶ λόγων δυνάμει καθηγητὰς ἔχουσαι· ὡς δὲ συμβάλλειν ἔστι, μικροῦ τῆς καθόλου ἐκκλησίας εἰς τὴν αὐτῶν δόξαν τοὺς πλείους παρέσυραν, εἰ μὴ τοὺς ἀμφὶ Βασίλειον καὶ 6.26.11 Γρηγόριον τοὺς Καππαδόκας ἀντιπάλους ηὗρον. καὶ ἡ Θεοδοσίου βασιλεία οὐκ εἰς μακρὰν ἐπιγενομένη τὴν ἐπιχείρησιν ἔστησεν καὶ αὐτοὺς τοὺς ἀρχηγοὺς τῶν αἱρέσεων ἐκ τοῦ συχνοτέρου τῆς ἀρχομένης εἰς ἐρημοτέρους 6.26.12 τόπους ἐχώρισεν. ὥστε δὲ μὴ παντελῶς ἡμᾶς ἀγνοεῖν τὸ δόγμα τῆς ἑκατέρου αἱρέσεως, ἰστέον ὡς τῆς κατ' Εὐνόμιον δόξης πρῶτος ᾿Αέτιος ὁ Σύρος εὑρετὴς ἐγένετο, ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν κτιστόν τε καὶ ἐξ οὐκ 6.26.13 ὄντων γεγονέναι μετὰ ῎Αρειον ἀποφηνάμενος. καὶ οἱ τάδε φρονοῦντες ᾿Αετιανοὶ τὸ πρὶν ὠνομάζοντο. ἐπεὶ δέ, ὡς ἐν τῇ Κωνσταντίου εἴρηται βασιλείᾳ, τῶν μὲν ὁμοούσιον τῶν δὲ ὁμοιούσιον τὸν υἱὸν δοξαζόντων, ὅμοιον ἔδοξε λέγειν τοῖς τότε κρατοῦσι κατὰ τὴν ἐν ᾿Αριμήνῳ σύνοδον, ᾿Αέτιος μὲν κατ-εδικάσθη φεύγειν ὡς εἰς θεὸν βλασφημῶν, ἡ δὲ ὑπ' αὐτοῦ συστᾶσα αἵρεσις τρόπον τινὰ τὸν ἐν μέσῳ διελύθη χρόνον, οὔτε ἄλλου του τῶν ἐν λόγῳ οὔτε 6.26.14 Εὐνομίου εἰς τὸ φανερὸν ἐπὶ ταύτῃ παρρησιάζεσθαι τολμῶντος. ὡς δὲ τὴν Κυζικηνῶν ἐκκλησίαν ἀντὶ ᾿Ελευσίου παρείληφεν, οὐκέτι παντελῶς ἠρεμεῖν ἠνείχετο, καὶ ἐν πλήθει διαλεγόμενος αὖθις τὴν ᾿Αετίου δόξαν εἰς μέσον ἤγαγεν. οἷα δὲ φιλεῖ πολλάκις, ἐπιλαθόμενοι οἱ ἄνθρωποι τοῦ πρώτου ταύτην εὑρόντος τὴν αἵρεσιν, Εὐνομίῳ τοὺς ὧδε φρονοῦντας ἐπωνόμασαν, καθότι μετὰ ᾿Αέτιον τοῦτο τὸ δόγμα ἀνενέωσε καὶ τολμηρότερον ἐπεξειργάσατο τοῦ τὴν ἀρχὴν παραδόντος. 6.27.1 Εὐνόμιον μὲν οὖν τὰ αὐτὰ φρονεῖν ᾿Αετίῳ συνομολογεῖν δέον· καὶ γὰρ δὴ καὶ αὐτὸς Εὐνόμιος διδάσκαλον ᾿Αέτιον αὐχεῖ καὶ μαρτυρεῖ τοῦτο πολλάκις ἐν ἰδίοις γράμμασι παρρησιαζόμενος. ᾿Απολινάριον δὲ ἐπαιτιώμενος Γρηγόριος ὁ Ναζιανζοῦ ἐπισκοπήσας ἐν ἐπιστολῇ που τάδε γράφει πρὸς Νεκτάριον τὸν ἡγησάμενον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας· 6.27.2 «Τὸ δὲ ἐγκόλπιον ἡμῶν κακὸν Εὐνόμιος οὐκέτι ἀγαπᾷ τὸ ὁπωσοῦν "7εἶναι, ἀλλ' εἰ μὴ πάντας τῇ ἑαυτοῦ ἀπωλείᾳ συνεφελκύσαιτο, ζημίαν κρίνει. "7καὶ ταῦτα μὲν φορητά, τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς 6.27.3 "7συμφοραῖς ἡ τῶν ᾿Απολιναριστῶν ἐστι παρρησία. οὓς οὐκ οἶδα πῶς "7παρεῖδέ σου ἡ ὁσιότης πορισαμένους ἑαυτοῖς τὴν τοῦ συνάγειν ὁμοτίμως "7ἡμῖν παρρησίαν. πάντως μὲν οὖν διὰ πάντων κατὰ θεοῦ χάριν τὰ θεῖα "7πεπαιδευμένος μυστήρια οὐ μόνον τὴν τοῦ ὀρθοῦ λόγου συνηγορίαν ἐπίστα"7σαι, ἀλλὰ κἀκεῖνα ὅσα παρὰ τῶν αἱρετικῶν κατὰ τῆς ὑγιαινούσης ἐπινενόη"7ται πίστεως· πλὴν καὶ παρὰ τῆς βραχύτητος ἡμῶν οὐκ ἄκαιρον ἴσως ἀκοῦ"7σαί σου τὴν σεμνοπρέπειαν, ὅτι μοι πυκτίον γέγονεν ἐν χερσὶ τοῦ ᾿Απολι"7ναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν κακίαν παρέρχεται. 6.27.4 "7διαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ' οἰκονομίαν ὑπὸ τοῦ "7μονογενοῦς υἱοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς