136
φύσεως ἡμῶν, "7ἀλλ' ἐξ ἀρχῆς ἐν τῷ υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι. καὶ κακῶς "7ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας προ"7βάλλεται λέγων ὅτι «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρα"7νοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου», ὡς καὶ πρὶν κατελθεῖν αὐτὸν υἱὸν "7ἀνθρώπου εἶναι καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα ἐκείνην, ἣν ἐν οὐ6.27.5 "7ρανοῖς ἔχων ἐτύγχανε προαιώνιόν τινα καὶ συνουσιωμένην. λέγει γὰρ "7πάλιν ἀποστολικήν τινα ῥῆσιν ὅτι «ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ»· εἶτα "7κατασκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα νοῦν μὴ ἔχειν, ἀλλὰ "7τὴν θεότητα τοῦ μονογενοῦς τὴν τοῦ νοῦ φύσιν ἀναπληρώσασαν μέρος γενέ"7σθαι τοῦ ἀνθρωπίνου συγκρίματος τὸ τριτημόριον, ψυχῆς τε καὶ σώματος "7κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, νοῦ δὲ μὴ ὄντος, ἀλλὰ τὸν ἐκείνου 6.27.6 "7τόπον τοῦ θεοῦ λόγου ἀναπληροῦντος. καὶ οὔπω τοῦτο δεινόν, ἀλλὰ τὸ "7πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ θεόν, τὸν κριτὴν τῶν ὄντων, "7τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατα"7σκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι πάθος δέξασθαι καὶ ἐν τῇ τριημέρῳ "7ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ "7σώματι καὶ οὕτω παρὰ τοῦ πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. "7τὰ δὲ ἄλλα ὅσα προστίθησι ταῖς τοιαύταις ἀτοπίαις, μακρὸν ἂν εἴη διεξιέ"7ναι.» 6.27.7 Οἷα μὲν οὖν καὶ ὅπως περὶ θεοῦ δοξάζουσιν ᾿Απολινάριός τε καὶ Εὐνόμιος, ἐκ τῶν εἰρημένων ὅτῳ μέλει σκοπείτω. εἰ δὲ περὶ μάθησιν ἀκριβῆ τῶν τοιούτων πονεῖν ἔγνωκεν, ἐκ τῶν γεγραμμένων ἢ αὐτοῖς ἢ ἑτέροις περὶ αὐτῶν ἐπιζητείτω τὰ πλείω, ἐπεὶ ἐμοὶ οὔτε συνιέναι τὰ τοιαῦτα οὔτε 6.27.8 μεταφράζειν εὐπετές. ὡς ἔοικε δέ, πρὸς ταῖς εἰρημέναις αἰτίαις τὸ μὴ κρατῆσαι τάδε τὰ δόγματα καὶ εἰς πολλοὺς προελθεῖν μάλιστα τοῖς τότε μοναχοῖς λογιστέον· ἀπρὶξ γὰρ εἴχοντο τῶν ἐν Νικαίᾳ δογμάτων οἵ τε ἐν 6.27. Συρίᾳ καὶ Καππαδοκίᾳ καὶ πέριξ τούτων φιλοσοφοῦντες. ἡ μὲν γὰρ ἕως ἀπὸ Κιλίκων ἀρξαμένη μέχρι Φοινίκων ἐκινδύνευσε γενέσθαι τῆς ᾿Απολιναρίου μερίδος, Εὐνομίου δὲ ἀπὸ Κιλίκων καὶ Ταύρου τοῦ ὄρους μέχρι τοῦ ῾Ελλησπόντου καὶ τῆς Κωνσταντινουπόλεως. ῥᾳδίως γὰρ ἑκάτερος παρ' 6.27.10 οἷς διέτριβε καὶ τοὺς πέλας τὰ αὐτοῦ φρονεῖν ἔπειθε. παραπλήσιον δέ πως τοῖς ἐπὶ ᾿Αρείου καὶ ἐπὶ τούτοις συμβέβηκε· τὸ γὰρ τῇδε πλῆθος τοὺς δηλωθέντας μοναχοὺς τῆς ἀρετῆς τῶν ἔργων ἐκθαυμάζον ὀρθῶς αὐτοὺς δοξάζειν ἐπίστευε, καὶ τοὺς ἄλλως φρονοῦντας οἷά γε μὴ καθαρεύοντας νόθων δογμάτων ἀπεστρέφοντο, ὥσπερ Αἰγύπτιοι τοῖς παρ' αὐτοῖς μοναχοῖς ἑπόμενοι ἐναντίως εἶχον πρὸς τοὺς ᾿Αρείου. 6.28.1 Εἰς καιρὸν δέ μοι δοκεῖ ἐπιμνησθέντι τῶν τότε ἐν Χριστιανισμῷ φιλοσοφούντων ὅσους ἂν δυναίμην διεξελθεῖν. πλείστη γὰρ κατ' ἐκεῖνο καιροῦ φορὰ θεοφιλῶν ἀνδρῶν ἐπήνθει. διέπρεπε δὲ κατὰ τούτους ὧν ἴσμεν ἐν Αἰγύπτῳ ᾿Ιωάννης, ᾧ τὸ μέλλον καὶ ἄλλοις ἄδηλον ὁ θεὸς ἐδήλωσεν οὐχ ἧττον ἢ τοῖς πάλαι προφήταις καὶ δῶρον ἔδωκεν ἰᾶσθαι τοὺς ἀνιάτοις πά6.28.2 θεσι καὶ νόσοις κάμνοντας, καὶ ῍Ωρ ὃς ἐκ νέου διέτριβεν ἐν ἐρημίαις, ἀεὶ τὸ θεῖον ὑμνῶν, ἐτρέφετο δὲ βοτάναις καὶ ῥίζαις τισίν, ὕδωρ δὲ ἔπινεν εἴ πῃ ηὗρεν· ἐπεὶ δὲ γέρων ἦν, κατὰ θείαν πρόσταξιν μετοικισθεὶς εἰς Θηβαΐδα πλείστων ἡγεῖτο μοναστηρίων, οὐδ' αὐτὸς θείων πράξεων ἀμοιρῶν· μόνον γὰρ εὐχόμενος νόσους καὶ δαίμονας ἤλαυνε, καὶ γράμματα μὴ μαθὼν οὐκ ἐδεῖτο βιβλίων εἰς ἀνάμνησιν, ἀλλὰ πᾶν ὅπερ ἂν ἔλαβεν εἰς νοῦν κρεῖττον 6.28.3 λήθης ἐτύγχανε. περὶ δὲ τοῦτο τὸ κλίμα ἐφιλοσόφει καὶ ᾿Αμμὼν ὁ τῶν καλουμένων Ταβεννησιωτῶν ἡγούμενος, ἀμφὶ τρισχιλίους μαθητὰς ἔχων· καὶ Βῆνος δὲ καὶ Θεωνᾶς μοναχικῶν ἡγοῦντο ταγμάτων, ἄμφω μὲν δημιουργὼ παραδόξων πραγμάτων καὶ θείας προγνώσεως καὶ προφητείας ἔμπλεω. λέγεται δὲ Θεωνᾶν μὲν ἵστορα ὄντα τῆς Αἰγυπτίων καὶ ῾Ελλήνων καὶ ῾Ρω-μαίων παιδεύσεως, ἐπὶ τριάκοντα ἔτεσι σιωπὴν ἀσκῆσαι· Βῆνον δὲ παρ' οὐδενὸς θεαθῆναι