137
ὀργιζόμενον, ἢ ὀμνύοντα, ἢ ψευδόμενον, ἢ εἰκαῖον ἢ θρασὺν 6.28.4 ἢ ὠλιγωρημένον εἰπόντα λόγον. περὶ τοῦτον τὸν χρόνον ἐγένετο Κόπρας τε καὶ ῾Ελλῆς καὶ ᾿Ηλίας. φασὶ δὲ Κόπρᾳ μὲν δωρηθῆναι θειόθεν ἰάσεις 6.28.5 παθῶν καὶ νοσημάτων ποικίλων, καὶ δαιμόνων κρατεῖν· ῾Ελλῆν δὲ παιδευόμενον ἐκ νέου τὴν μοναστικὴν ἀγωγὴν πλεῖστα παραδοξοποιεῖν, ὡς καὶ πῦρ ἐν τῷ κόλπῳ κομίζειν καὶ μὴ καίειν τὴν ἐσθῆτα τούτῳ τε παροτρύνειν τοὺς συμμονάζοντας, ὡς τῇ ἀγαθῇ πολιτείᾳ καὶ τῆς ἐπιδείξεως τῶν παρα6.28.6 δόξων ἑπομένης. ᾿Ηλίας δὲ τότε μὲν οὐ πόρρω τῆς ᾿Αντινόου πόλεως ἐν τῇ ἐρήμῳ ἐφιλοσόφει, ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἄγων ἐνιαυτούς· πρὸ τούτου δὲ ἐλέγετο ἐπὶ ἑβδομήκοντα ἔτεσι μόνος ἐρημίαν οἰκῆσαι· ἐπὶ τοσοῦτον δὲ γηραλέος γεγονὼς διετέλεσε νηστεύων καὶ ἀνδρείως πολιτευόμενος. 6.28.7 ἐπὶ τούτοις καὶ ᾿Απελλῆς τηνικάδε διέπρεπε περὶ ῎Αχωριν, ἐν τοῖς κατ' Αἴ- γυπτον μοναστηρίοις πλεῖστα θαυματουργῶν. ὅν ποτε χαλκεύοντα (τοῦτο γὰρ ἐπετήδευε) νύκτωρ φάσμα δαίμονος ὡς γυνὴ εὐπρεπὴς εἰς σωφροσύνην ἐπείρα· ὁ δὲ σίδηρον ὃν εἰργάζετο ἐκ τοῦ πυρὸς ἐξερύσας, κατέφλεξε τοῦ δαιμονίου τὸ πρόσωπον· τὸ δὲ τετριγὸς καὶ ὀλοφυρόμενον ἀπέδρασεν. 6.28.8 ᾿Επιφανέστατοι δὲ τότε πατέρες μοναχῶν ἦσαν ᾿Ισίδωρός τε καὶ Σερα-πίων καὶ ∆ιόσκορος. ἀλλ' ᾿Ισίδωρος μὲν πανταχόθεν περιφράξας τὸ μοναστήριον, ἐπεμελεῖτο μηδένα τῶν ἔνδον θύραζε ἐξιέναι καὶ πάντα τὰ ἐπιτήδεια 6.28. ἔχειν· Σεραπίων δὲ περὶ τὸν ᾿Αρσενοΐτην διέτριβεν, ἀμφὶ τοὺς μυρίους ὑφ' ἑαυτὸν ἔχων· πάντας δὲ ἦγεν ἐξ οἰκείων ἱδρώτων τὰ ἐπιτήδεια πορίζεσθαι καὶ ἄλλοις δεομένοις χορηγεῖν· ὥρᾳ δὲ θέρους ἐπὶ μισθῷ ἀμῶντες, ἀρκοῦντα 6.28.10 αὐτοῖς σῖτον ἀπετίθεντο καὶ ἄλλοις μοναχοῖς μετεδίδουν. ∆ιοσκόρῳ δὲ οὐ πλείους ἑκατὸν ἐφοίτων. πρεσβύτερος δὲ ὤν, ἐν τῷ ἱερᾶσθαι διὰ πάσης ἀκριβείας ἐχώρει βασανίζων καὶ ἐπιμελῶς ἀνακρίνων τοὺς προσιόντας τοῖς μυστηρίοις, ὥστε αὐτοὺς προκεκαθάρθαι τὸν νοῦν καὶ μὴ συνειδέναι τι 6.28.11 πεπραχέναι δεινόν. ἀκριβέστατος δὲ τότε ἐγένετο περὶ τὴν μετάδοσιν τῶν θείων μυστηρίων καὶ Εὐλόγιος πρεσβύτερος· ὅν φασιν ἱερώμενον πρόγνωσιν ἐσχηκέναι τῆς τῶν προσιόντων ἐννοίας ἐπὶ τοσοῦτον, ὡς καὶ τὰ ἡμαρτημένα σαφῶς διελέγχειν καὶ τὰ κατὰ νοῦν ἑκάστῳ κρυπτόμενα φωρᾶν· τοὺς οὖν κακῶς πεπραχότας ἢ περί τινος φαύλου βουλευσαμένους τέως εἷργε τοῦ θυσιαστηρίου, δήλην ποιήσας τὴν ἁμαρτίαν· μεταμελείᾳ δὲ καθαρθέντας πάλιν προσίετο. 6.2.1 Κατὰ τούτους δὲ καὶ ᾿Απολλὼς ἐν Θηβαΐδι διέτριβεν· ὃς ἡβᾶν ἀρχόμενος ἐφιλοσόφησεν· ἐπὶ τεσσαράκοντα δὲ ἔτη τὴν ἔρημον οἰκήσας, σπήλαιόν τι ὑπὸ τὸ ὄρος πλησίον τῆς οἰκουμένης, τοῦ θεοῦ χρήσαντος, κατέλαβεν. ὑπὸ δὲ πλήθους θαυματουργιῶν ἐν ὀλίγῳ ἐπίσημος ἐγένετο καὶ ἡγεμὼν πλείστων μοναχῶν· ἦν γὰρ καὶ ταῖς διδασκαλίαις εἰς ὠφέλειαν ἐπαγω6.2.2 γός. ἀλλ' οἵᾳ μὲν ἀγωγῇ ἐχρῆτο καὶ ἡλίκων ἦν θείων καὶ παραδόξων πραγμάτων ποιητὴς ἱστορεῖ Τιμόθεος ὁ τὴν ᾿Αλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας, εὖ μάλα αὐτοῦ καὶ πολλῶν ὧν ἐπεμνήσθην καὶ ἄλλων εὐδοκίμων μοναχῶν τοὺς βίους διεξελθών. 6.2.3 ᾿Εν δὲ τῷ τότε πολλοὶ καλοὶ καὶ ἀγαθοὶ σπουδαίως ἐφιλοσόφουν ἀνὰ τὴν ᾿Αλεξάνδρειαν, ἀμφὶ δισχίλιοι ὄντες· ὧν οἱ μὲν ἐν τοῖς καλουμένοις ἐρημικοῖς ᾤκουν, οἱ δὲ περὶ τὸν Μαρεώτην καὶ τοὺς ἐκ γειτόνων Λίβυας. 6.2.4 ὑπερφυῶς δὲ ἐν τούτοις διέπρεπε ∆ωρόθεος, Θηβαῖος τὸ γένος· ᾧ βίος ἦν ἐν ἡμέρᾳ μὲν ἀπὸ τῆς πέλας θαλάσσης λίθους συλλέγειν καὶ ἔτους ἑκάστου οἰκίδιον κατασκευάζειν καὶ διδόναι τοῖς μὴ δυναμένοις ἑαυτοῖς οἰκοδομεῖν, νύκτωρ δὲ εἰς αὐτοῦ διατροφὴν ἐκ φοινίκων φύλλων σειρὰς πλέκων, σπυρίδας 6.2.5 εἰργάζετο. τροφὴ δὲ ἦν αὐτῷ ἄρτου οὐγγίαι ἓξ καὶ λεπτῶν λαχάνων δέμα, καὶ ὕδωρ ποτόν. ἐκ νέου δὲ οὕτως ἀσκήσας, οὐ διέλιπε καὶ γέρων ὤν· οὐδέποτε δὲ ἐθεάθη ἐπὶ ῥιπὸς ἢ κλίνης καθευδήσας ἢ τοὺς πόδας ἐπὶ ἀνέσει ἐκτείνας ἢ ἑκὼν ὕπνῳ ἑαυτὸν ἐκδούς, πλὴν ὅσον ἐργαζόμενος ἢ ἐσθίων,