138
βιασθεὶς ὑπὸ τῆς φύσεως, ἔμυσε τοὺς ὀφθαλμούς, ὡς πολλάκις νυστάζοντος ἐν τῷ ἐσθίειν 6.2.6 ἐκπεσεῖν τοῦ στόματος τὴν τροφήν. ποτὲ γοῦν εἰσάγαν κρατηθεὶς τῷ ὕπνῳ, ἔλαθεν ἐπὶ τοῦ ῥιπὸς πεσών· καὶ περίλυπος ἐπὶ τούτῳ γεγονὼς ἠρέμα ἔφη· «εἰ τοὺς ἀγγέλους πείσεις καθεύδειν, πείσεις καὶ τὸν σπουδαῖον»· ὑπεδήλου δὲ ἑαυτόν, πρὸς τὸν ὕπνον ἴσως ἀποτεινόμενος ἢ τὸν δαίμονα τὸν ἐμποδὼν γενόμενον ταῖς σπουδαίαις πράξεσιν. ὧδε δὲ αὐτῷ μοχθοῦντι προσελθών τις ἔφη· «τί τὸ σῶμα τὸ σὸν ἀποκτείνεις τοσοῦτον;» «ὅτι με ἀποκτείνει» ἀπεκρίνατο. 6.2.7 Καὶ Πιάμμων δὲ καὶ ᾿Ιωάννης τηνικαῦτα περὶ ∆ίολκον τῆς Αἰγύπτου ἐπισημοτάτων προΐσταντο μοναστηρίων, ἐπιμελέστατά τε καὶ μάλα σεμνῶς πρεσβύτεροι ὄντες τὴν ἱερατείαν μετῄεσαν. λέγεται δέ ποτε τὸν Πιάμμωνα ἱερώμενον θεάσασθαι παρὰ τὴν ἱερὰν τράπεζαν θεῖον ἄγγελον ἑστῶτα καὶ τῶν μοναχῶν τοὺς παρόντας ἐγγράφειν βίβλῳ τινί, τοὺς δὲ ἀπόντας 6.2.8 ἀπαλείφειν· ᾿Ιωάννῃ δὲ τοσαύτην ὁ θεὸς ἐδωρήσατο δύναμιν κατὰ παθῶν καὶ νοσημάτων, ὡς πολλοὺς ἰάσασθαι ποδαλγοὺς καὶ τὰ ἄρθρα διαλελυμένους. 6.2. ᾿Εν τούτῳ δὲ καὶ Βενιαμὶμ γηραλέος εὖ μάλα λαμπρῶς ἀνὰ τὴν Σκῆτιν ἐφιλοσόφει, δῶρον ἔχων παρὰ θεοῦ δίχα φαρμάκων ἐπαφῇ μόνῃ χειρὸς ἢ ἐλαίῳ, ᾧ ἐπηύχετο, πάσης ἀπαλλάσσειν νόσου τοὺς κάμνοντας. τὸν δὴ τοιοῦτον λόγος ὑδέρῳ περιπεσόντα τοσοῦτον οἰδῆσαι τὸ σῶμα, ὡς μὴ δυνηθῆναι διὰ τῶν θυρῶν τοῦ οἰκήματος ἐν ᾧ διῆγεν ἐκκομισθῆναι, εἰ μὴ σὺν ταῖς θύραις καὶ 6.2.10 τὰς παραστάδας καθεῖλον. ἐν δὲ τῷ νοσεῖν, ἐν κλίνῃ κεῖσθαι μὴ δυνάμενος, ἀμφὶ τοὺς ὀκτὼ μῆνας ἐπὶ δίφρου πλατυτάτου ἐκαθέζετο, συνήθως τοὺς κάμνοντας ἰώμενος, αὐτὸς μηδὲν δυσφορῶν ὅτι μὴ τῆς ἐχούσης αὐτὸν νόσου ἀπήλλαττε· μᾶλλον μὲν οὖν καὶ τοὺς ὁρῶντας παρεμυθεῖτο καὶ ἐλιπάρει τὸν θεὸν ἱκετεύειν ὑπὲρ τῆς αὐτοῦ ψυχῆς· σώματος δὲ αὐτῷ μηδὲν μέλειν· «ἐπεὶ 6.2.11 καὶ εὐεκτοῦν», ἔφη, «οὐδέν με ὤνησε, καὶ κακῶς πάσχον οὐκ ἔβλαψε.» κατ' ἐκεῖνο δὲ καιροῦ ἐν Σκήτει διέτριβε Μᾶρκός τε ὁ ἀοίδιμος καὶ Μακάριος ὁ νέος καὶ ᾿Απολλώνιος καὶ Μωσῆς ὁ Αἰθίοψ. φασὶ δὲ Μᾶρκον μὲν καὶ ἐν τῷ νέῳ τῆς ἡλικίας εἰσάγαν πρᾶον καὶ σώφρονα καὶ μνήμονα τῶν ἱερῶν γραφῶν γενέσθαι, θεοφιλῆ δὲ ἐπὶ τοσοῦτον, ὡς ἰσχυρίζεσθαι Μακάριον τὸν ἀστόν, πρεσβύτερον ὄντα τῶν Κελλίων, μηδεπώποτε παρ' αὐτοῦ λαβεῖν τοῦτον ἃ θέμις ἱερεῦσι διδόναι τοῖς μεμυημένοις παρὰ τὴν ἱερὰν τράπεζαν· ἄγγελος δὲ αὐτῷ ἐπεδίδου, οὗ τὴν χεῖρα μέχρι τοῦ καρποῦ μόνου ἔλεγε 6.2.12 θεωρεῖν. Μακαρίῳ δὲ δέδοται παρὰ θεοῦ ὑπερφρονεῖν τῶν δαιμόνων. ἐγένετο δὲ αὐτῷ τὴν ἀρχὴν πρόφασις τῆς φιλοσοφίας ἀκούσιος φόνος· ἔτι γὰρ βούπαις ὢν πρόβατα ἔνεμε παρὰ τὴν Μαρίαν λίμνην, καὶ παίζων τινὰ τῶν ὁμηλίκων ἀνεῖλε, δείσας τε δοῦναι δίκην ἔφυγεν εἰς τὴν ἐρημίαν. 6.2.13 αἴθριος δὲ ἐπὶ τρία ἔτη αὐτόθι διάγων, μετὰ ταῦτα οἰκίδιον μικρὸν ἑαυτῷ κατεσκεύασεν, ἐν ᾧ εἴκοσι καὶ πέντε ἔτη διέτριψεν. ἔλεγον δὲ οἵ γε αὐτοῦ ἀκηκόασιν ὡς πολλὴν ὡμολόγει χάριν τῇ συμφορᾷ καὶ σωτήριον ἀπεκάλει τὸν ἀκούσιον φόνον, φιλοσοφίας καὶ μακαρίου βίου αἴτιον αὐτῷ γεγενη6.2.14 μένον. ᾿Απολλώνιος δὲ τὸν ἄλλον χρόνον ἐμπορίαν μετιών, ἤδη πρὸς γῆρας ἐλαύνων ἐπὶ τὴν Σκῆτιν ἦλθε. λογισάμενος δὲ ὡς οὔτε γράφειν οὔτε ἄλλην τινὰ τέχνην μαθεῖν οἷός τέ ἐστι διὰ τὴν ἡλικίαν, παντοδαπῶν φαρμάκων εἴδη καὶ ἐδεσμάτων ἐπιτηδείων τοῖς κάμνουσιν ἐξ οἰκείων χρημάτων ὠνούμενος, ἀνὰ ἑκάστην θύραν μοναστικὴν ἐξ ἑωθινοῦ περιῄει μέχρις ἐννάτης ὥρας, ἐφορῶν τοὺς νοσοῦντας. ἐπιτηδείαν δὲ ταύτην αὐτῷ τὴν ἄσκησιν εὑρὼν ὧδε ἐπολιτεύσατο. μέλλων δὲ τελευτᾶν, ἄλλῳ παραδοὺς ἃ εἶχεν, 6.2.15 ἐνετείλατο τὰ αὐτὰ ποιεῖν. Μωσῆς δὲ δοῦλος ὢν διὰ μοχθηρίας ἐξηλάθη τῆς οἰκίας τοῦ κεκτημένου, καὶ εἰς λῃστείαν τραπεὶς λῃστρικοῦ τάγματος ἡγεῖτο. πολλοὺς δὲ κακουργήσας καὶ πολλοὺς φόνους τολμήσας, ἐκ περιπετείας τινὸς τὸν μοναστικὸν μετῆλθε βίον καὶ ἀθρόον εἰς ἀρετὴν φιλοσο6.2.16 φίας ἐπέδωκεν. ἔτι γοῦν ἐκ τῆς προτέρας διαίτης εὐεξίᾳ ζέων