1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

139

καὶ πρὸς 6.2.16 φαντασίας ἡδονῶν κινούμενος, μυρίαις ἀσκήσεσι τὸ σῶμα κατέτηξε, πῇ μὲν δίχα ὄψου ὀλίγῳ ἄρτῳ ἀρκούμενος καὶ πλεῖστον ἔργον ἀνύων καὶ πεντηκοστὸν εὐχόμενος, πῇ δὲ ἐπὶ ἓξ ἔτεσιν ὁλόκληρον ἑκάστην νύκτα ἑστὼς προσ6.2.17 ηύχετο, μήτε γόνυ κλίνων μήτε τοὺς ὀφθαλμοὺς μύων εἰς ὕπνον. ἄλλοτε δὲ νύκτωρ περιιὼν τὰς οἰκήσεις τῶν μοναχῶν λάθρα τὴν ἑκάστου ὑδρίαν ἐπλήρου ὕδατος· ἦν δὲ τοῦτο λίαν ἐργῶδες· τῶν μὲν γὰρ σταδίοις δέκα, τῶν δὲ εἴκοσι, τῶν δὲ τριάκοντα καὶ πλέον διειστήκει ὁ τόπος ὅθεν ὑδρεύοντο. διέμεινε δὲ ἐπὶ πολὺ τὴν προτέραν ἰσχὺν ἔχων, καίπερ ταῖς πολλαῖς ἀσκήσεσι καθελεῖν ταύτην σπουδάζων καὶ τὸ σῶμα ταῖς ταλαιπωρίαις πιέζων. 6.2.18 λέγεται γοῦν ποτε λῃστὰς καταδραμόντας τὸν οἶκον, ἐν ᾧ μόνος ἐφιλοσόφει, συλλαβέσθαι πάντας καὶ δῆσαι καὶ τέσσαρας ὄντας τοῖς ὤμοις ἐπιθεῖναι καὶ εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν, καὶ τοῖς συμμονάζουσιν ἐπιτρέψαι τὰ περὶ αὐτῶν, 6.2.1 ὡς μὴ θεμιτὸν αὐτῷ ἔτι μηδένα κακῶς ποιεῖν. φασὶ γὰρ ἀπὸ κακίας εἰς ἀρετὴν μηδενὶ τοσαύτην ὑπάρξαι μεταβολήν, ὥστε ἄκρου μὲν ἐπιψαῦσαι μοναχικῆς φιλοσοφίας, ἐξαίσιον δὲ φόβον τοῖς δαίμοσιν ἐμποιῆσαι, καὶ πρεσβύτερον γενέσθαι τῶν ἐν Σκήτει μοναχῶν. ὁ μὲν οὖν τοιοῦτος ὤν, πολλοὺς ἀρίστους μαθητὰς καταλιπών, ἀμφὶ τὰ ἑβδομήκοντα καὶ πέντε ἔτη 6.2. γεγονὼς ἐτελεύτησεν. ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἐγένετο Παῦλος καὶ Παχών, Στέφανός τε καὶ Μωσῆς, ἄμφω Λίβυες, καὶ Πίωρ ὁ Αἰγύπτιος. ᾤκει δὲ Παῦλος μὲν ἐν Φέρμῃ (ὄρος δὲ τοῦτο ἐν Σκήτει οὐ μείους πεντακοσίων ἀσκητὰς ἔχον)· εἰργάζετο δὲ οὐδὲν οὐδὲ ἐλάμβανε παρά του πλὴν 6.2.21 ὅσον ἤσθιεν. ηὔχετο δὲ μόνον, ὥσπερ φόρον τινὰ τριακοσίας εὐχὰς ἑκάστης ἡμέρας ἀποδιδοὺς τῷ θεῷ· ἵνα δὲ μὴ λαθὼν διαμάρτοι τοῦ ἀριθμοῦ, τριακοσίας ψηφῖδας τῷ κόλπῳ ἐμβάλλων, καθ' ἑκάστην εὐχὴν ψηφῖδα ἔρριπτεν· ἀναλωθέντων δὲ τῶν λίθων δῆλον ἐγίνετο καὶ τὰς ἰσαρίθμους εὐχὰς 6.2.22 τοῖς λίθοις πεπληρῶσθαι. καὶ Παχὼν δὲ τότε ἐν Σκήτει διέπρεπεν. ὃν ἐκ νέου μέχρι γήρως πολιτευσάμενον οὔτε σῶμα εὖ ἔχον οὔτε πάθος ψυχῆς οὔτε δαίμων ἄνανδρον ἐφώρασε περὶ τὴν ἐγκράτειαν, ὧν δεῖ κρατεῖν τὸν 6.2.23 φιλόσοφον. Στέφανος δὲ παρὰ τὸν Μαρεώτην τὴν οἴκησιν εἶχεν οὐκ ἄπωθεν τῆς Μαρμαρικῆς. δι' ἀκριβοῦς δὲ καὶ τελειοτάτης χωρήσας ἀσκήσεως ἐπὶ ἑξήκοντα ἔτεσιν, εὐδοκιμώτατος ἐγένετο μοναχὸς καὶ ᾿Αντωνίῳ τῷ μεγάλῳ γνώριμος. ἐγένετο δὲ πρᾶος καὶ σοφὸς εἰσάγαν καὶ ἐν ταῖς ὁμιλίαις ἡδὺς καὶ ὠφέλιμος, καὶ ἱκανὸς τὰς τῶν λυπουμένων κηλεῖν ψυχὰς καὶ ἐπὶ τὸ εὔθυμον μεταβάλλειν, εἰ καὶ ἀναγκαίαις λύπαις προκατειλημμένοι ἐτύγ6.2.24 χανον. τοιοῦτος δὲ ἦν καὶ περὶ τὰς οἰκείας συμφοράς· ἀμέλει τοι χαλεποῦ καὶ ἀνιάτου πάθους ἐνσκήψαντος αὐτῷ, τὰ διεφθορότα μέλη τοῖς ἰατροῖς τέμνειν παραδούς, εἰργάζετο ταῖς χερσὶ φύλλα φοινίκων πλέκων, καὶ τοῖς παροῦσι συνεβούλευε μὴ δυσφορεῖν ἐπὶ τοῖς αὐτοῦ πάθεσι, μηδὲ ἄλλο τι διανοεῖσθαι πλὴν ὅτι πρὸς τέλος χρηστὸν ἃ ποιεῖ ὁ θεὸς πάντως ἐκβαίνει, καὶ αὐτῷ συνοίσειν τοιούτων πειραθῆναι παθῶν, ὑπὲρ ἁμαρτημάτων ἴσως, 6.2.25 ὧν ἕνεκεν ἄμεινον ἐνθάδε διδόναι δίκην ἢ μετὰ τὴν βιοτὴν ταύτην. Μωσῆς δὲ πραότητι καὶ ἀγάπῃ ὑπερφυῶς εὐδοκιμηκέναι παραδέδοται καὶ ἰάσεσι 6.2.26 παθῶν εὐχῇ κατορθουμέναις. ὁ δὲ Πίωρ ἐκ νέου φιλοσοφεῖν ἐγνωκώς, ἡνίκα διὰ τοῦτο τοῦ πατρῴου οἴκου ἐξῄει, συνέθετο τῷ θεῷ τοῦ λοιποῦ μηδένα τῶν οἰκείων ὄψεσθαι· μετὰ δὲ πεντήκοντα ἔτη ἐπύθετο αὐτὸν ἡ ἀδελφὴ ζῆν· ὑπὸ δὲ χαρᾶς ἀμέτρου τῆς παραδόξου μηνύσεως καταπλαγεῖσα 6.2.27 ἠρεμεῖν οὐκ ἠδύνατο εἰ μὴ θεάσοιτο τὸν ἀδελφόν. ὀλοφυρομένην δὲ καὶ ἀντιβολοῦσαν ἐν γήρᾳ ἐλεήσας ὁ παρ' αὐτοῖς ἐπίσκοπος ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐν τῇ ἐρήμῳ μοναχῶν ἐκπέμψαι τὸν Πίωρα. ἀπιέναι δὲ προσταχθείς, οὐκ ἔχων ἀντειπεῖν (οὐ γὰρ θέμις Αἰγυπτίων μοναχοῖς, οἶμαι δὲ καὶ τοῖς ἄλλοις, ἀπειθεῖν τοῖς ἐπιταττομένοις), παραλαβών τινα ἀφίκετο εἰς 6.2.28 τὴν πατρίδα· καὶ στὰς πρὸ τῆς πατρῴας οἰκίας ἐμήνυσεν ἐληλυθέναι. ἐπεὶ δὲ