140
ψοφεῖν τὴν θύραν ᾔσθετο, μύσας τοὺς ὀφθαλμοὺς ὀνομαστὶ τὴν ἀδελφὴν προσειπών «ἐγώ εἰμι», ἔφη, «Πίωρ ὁ σὸς ἀδελφός· ἀλλ' ὅσον βούλει, κατανόει.» ἡ μὲν οὖν ἡσθεῖσα χάριν ὡμολόγησε τῷ θεῷ· ὁ δὲ παρὰ τὴν θύραν 6.2.2 εὐξάμενος ἀνέστρεψεν ἐπὶ τὴν ἔρημον εἰς τὸν τόπον ὃν ᾤκει. ἔνθα δὴ φρέαρ ὀρύξας, πικρὸν εὗρε τὸ ὕδωρ· καὶ μέχρι τελευτῆς ὑπέμεινε τούτῳ κεχρημένος. ὁ δὲ μετὰ ταῦτα χρόνος τὸ ὑπερβάλλον ἀπέδειξε τῆς αὐτοῦ ἐγκρατείας· ἐπεὶ γὰρ ἐτελεύτησε, πολλῶν σπουδασάντων ἐν τῷ αὐτῷ τόπῳ φιλοσοφεῖν, οὐδεὶς ὑπέστη. ἐγὼ δὲ ὡς ἐμαυτὸν πείθω, εἰ μὴ καὶ τούτῳ τῷ τρόπῳ φιλοσοφεῖν ἔγνωκεν, οὐ χαλεπὸν ἦν αὐτῷ εὐξαμένῳ μεταβαλεῖν τὸ ὕδωρ εἰς 6.2.30 γεῦσιν γλυκεῖαν· ὅπου γε καὶ μὴ ὂν παντάπασιν ἀναβλύσαι ἐποίησεν. ἀμέλει τοι λέγεταί ποτε φρέαρ ὀρύσσοντας τοὺς ἀμφὶ Μωσέα, μήτε τῆς προσδοκωμένης φλεβὸς μήτε πλείονος βάθους τὸ ὕδωρ ἀναδιδόντος, μέλλειν τὸ ἔργον ἀπαγορεύειν· ἐπιστάντα δὲ αὐτοῖς περὶ μέσην ἡμέραν τὸν Πίωρα καὶ πρότερον ἀσπασάμενον ὀνειδίσαι μικροψυχίαν καὶ δυσπιστίαν· κατελθόντα δὲ εἰς τὴν τάφρον εὔξασθαι καὶ ὄρυγι τρίτον πλῆξαι τὴν γῆν· παραχρῆμα δὲ ἀναβλύσαι τὸ ὕδωρ καὶ τὴν τάφρον πληρῶσαι. ἐπεὶ δὲ εὐξάμενος ἀπῄει, δεομένων τῶν ἀμφὶ Μωσέα γεύσασθαι παρ' αὐτοῖς, οὐκ ἠνέσχετο, φήσας μὴ ἐπὶ τούτῳ ἀπεστάλθαι, ἠνύσθαι δὲ ἐφ' ᾧ ἦλθεν. 6.30.1 ᾿Εν τούτῳ δὲ εἰσέτι διέπρεπον ἐν τοῖς τῆς Σκήτεως μοναστηρίοις γηραλέοι μὲν ᾿Ωριγένης ἐκ τῶν μαθητῶν ᾿Αντωνίου τοῦ μεγάλου περιλελειμμένος καὶ ∆ίδυμος καὶ Κρονίων ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἐνιαυτοὺς γεγονὼς καὶ ὁ μέγας ᾿Αρσίσιος καὶ Πουτουβάστης καὶ ᾿Αρσίων καὶ Σεραπίων, οἳ καὶ 6.30.2 αὐτοὶ σύγχρονοι ᾿Αντωνίου ἐγένοντο· καταγεγηρακότες δὲ ἐν τῷ φιλοσοφεῖν, προΐσταντο τότε τῶν τῇδε μοναστηρίων· τῶν δ' αὖ νέαν καὶ μέσην ἡλικίαν ἀγόντων πολλοὶ καλοί τε καὶ ἀγαθοὶ σὺν αὐτοῖς ἐγνωρίζοντο, καὶ ᾿Αμμώνιος καὶ Εὐσέβιος καὶ ∆ιόσκορος· οὓς ἀδελφοὺς ἀλλήλοις ὄντας, 6.30.3 μακροὺς ἐκ τῆς ἡλικίας ὠνόμαζον. λέγεται δὲ τούτων ᾿Αμμώνιον εἰς ἄκρον φιλοσοφίας προελθεῖν, ἡδονῆς τε καὶ ῥᾳστώνης ἀνδρείως κρατῆσαι καὶ φιλόλογον εἰσάγαν γενέσθαι, ὡς τοὺς ᾿Ωριγένους καὶ ∆ιδύμου καὶ τῶν ἄλλων ἐκκλησιαστικῶν λόγους διελθεῖν· ἐκ νέου δὲ μέχρι τελευτῆς πλὴν 6.30.4 ἄρτου μηδενὸς γεύσασθαι ἐν πυρὶ γενομένου. μέλλων δέ ποτε πρὸς χειροτονίαν ἐπισκοπῆς συλλαμβάνεσθαι, ὡς ἀντιβολῶν οὐκ ἔπεισεν ἀπιέναι τοὺς ἐπ' αὐτὸν ἐληλυθότας, ἀποτεμὼν τὸ οὖς «ἄπιτε», ἔφη, «λοιπὸν γὰρ οὐδὲ ἑκόντα με ὁ ἱερατικὸς νόμος συγχωρεῖ χειροτονεῖσθαι»· ἄρτιον γὰρ χρῆναι 6.30.5 τὸν ἱερέα καθίστασθαι. ἀναχωρήσαντες δέ, ἐπεὶ τάδε ἔγνωσαν ᾿Ιουδαίοις φυλακτέα, τῇ δὲ ἐκκλησίᾳ σώματος μηδὲν μέλειν, ἢν μόνον ἄρτιος ᾖ τοῖς τρόποις ὁ ἱερεύς, αὖθις ἀνέστρεφον ὡς συλληψόμενοι τὸν ἄνδρα· ὁ δὲ ἦ μὴν καὶ τὴν γλῶσσαν ἐκτεμεῖν διωμόσατο, εἰ βιάσασθαι πειραθεῖεν· δείσαντες οὖν τὴν ἀπειλὴν ὑπεχώρουν, αὐτὸς δὲ ἐντεῦθεν ᾿Αμμώνιος ὁ Παρώτης ὠνο6.30.6 μάζετο. τῷ δὲ μετ' οὐ πολὺ ἐπὶ τῆς ἐχομένης βασιλείας συνῆν Εὐάγριος ὁ σοφός, ἐλλόγιμος ἀνήρ, νοῆσαί τε καὶ φράσαι δεινὸς καὶ ἐπήβολος διακρῖναι τοὺς πρὸς ἀρετὴν καὶ κακίαν ἄγοντας λογισμούς, καὶ ἱκανὸς ὑποθέσθαι ᾗ χρὴ τοὺς μὲν ἐπιτηδεύειν, τοὺς δὲ φυλάξασθαι. ἀλλ' οἷος μὲν 6.30.7 περὶ λόγους ἦν, ἐπιδείξουσιν αἱ γραφαὶ ἃς καταλέλοιπεν· ἐλέγετο δὲ τὸ ἦθος μέτριος εἶναι, τύφου τε καὶ ὑπεροψίας τοσοῦτον κρατεῖν, ὡς μήτε δικαίως ἐπαινούμενος ὀγκοῦσθαι τοῖς κρότοις μήτε ἀδίκως λοιδορούμενος 6.30.8 ἀγανακτεῖν ἐπὶ ταῖς ὕβρεσιν. ἐγένετο δὲ τῷ μὲν γένει ᾿Ιβήρων πόλεως πρὸς τῷ καλουμένῳ Εὐξείνῳ πόντῳ· ἐφιλοσόφησε δὲ καὶ ἐπαιδεύθη ὑπὸ Γρηγορίῳ τῷ ἐπισκόπῳ Ναζιανζοῦ τοὺς ἱεροὺς λόγους· ἡνίκα δὲ ἐπετρόπευε 6.30. τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν, ἀρχιδιάκονον αὐτὸν εἶχεν. ἀστεῖον δὲ ὄντα τῇ ὄψει καὶ περὶ τὴν ἐσθῆτα φιλόκαλον, μαθών τις τῶν ἐν τέλει ζηλότυπος γνώριμον εἶναι τῇ γαμετῇ, θάνατον αὐτῷ ἐμηχανᾶτο· εἰς ἔργον δὲ